← 普鲁塔克

埃米利乌斯·保卢斯传

§28.1-28.13

艾米利乌斯巡游希腊与整顿马其顿政制

艾米利乌斯巡游希腊,赈济民众并整顿政制,造访德尔斐与奥林匹亚,确立了马其顿的自治地位,主持了盛大的节庆与宴飨,并在巨额财富面前展现出清廉高尚的品行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

ἐκ τούτου τὴν μὲν στρατιὰν πρὸς ἀνάπαυσιν, αὑτὸν δὲ πρὸς θέαν τῆς Ἑλλάδος ἔτρεψε καὶ διαγωγὴν ἔνδοξον ἅμα καὶ φιλάνθρωπον.

此后,他让军队休整,自己则前往游览希腊,过着既光彩照人又充满仁爱仁厚的生活。

§28.2

ἐπιὼν γὰρ ἀνελάμβανε τοὺς δήμους καὶ τὰ πολιτεύματα καθίστατο, καὶ δωρεὰς ἐδίδου, ταῖς μὲν σῖτον ἐκ τοῦ βασιλικοῦ, ταὶς δʼ ἔλαιον.

因为他一路视察,安抚各地民众,整顿城邦政制,并分发馈赠,给一些城邦发放王室仓库的粮食,给另一些则发放橄榄油。

§28.3

τοσοῦτον γὰρ εὑρεθῆναί φασιν ἀποκείμενον ὥστε τοὺς λαμβάνοντας καὶ δεομένους ἐπιλιπεῖν πρότερον ἢ καταναλωθῆναι τὸ πλῆθος τῶν εὑρεθέντων.

据说所发现的库存物资如此丰富,以至于领取物资和亟需救济的人力已竭,所查获的大量财货却尚未耗尽。

§28.4

ἐν δὲ Δελφοῖς ἰδὼν κίονα μέγαν τετράγωνον ἐκ λίθων λευκῶν συνηρμοσμένον, ἐφʼ οὗ Περσέως ἔμελλε χρυσοῦς ἀνδριὰς τίθεσθαι, προσέταξε τὸν αὐτοῦ τεθῆναι· τοὺς γὰρ ἡττημένους τοῖς νικῶσιν ἐξίστασθαι χώρας προσήκειν.

在德尔斐,他看到一根用白石砌成的高大方柱,其上原本打算安放珀尔修斯的黄金雕像,便下令换上自己的雕像;因为败者理应给胜者让位。

§28.5

ἐν δʼ Ὀλυμπίᾳ, τοῦτο δὴ τὸ πολυθρύλητον ἐκεῖνόν ἀναφθέγξασθαί φασιν, ὡς τὸν Ὁμήρου Δία Φειδίας ἀποπλάσαιτο.

在奥林匹亚,据说他曾发出那句脍炙人口的赞叹:菲狄亚斯塑造出了荷马笔下的宙斯。

§28.6

τῶν δὲ δέκα πρέσβεων ἐκ Ῥώμης ἀφικομένων Μακεδόσι μὲν ἀπέδωκε τὴν χώραν καὶ τὰς πόλεις ἐλευθέρας οἰκεῖν καὶ αὐτονόμους, ἑκατὸν δὲ τάλαντα Ῥωμαίοις ὑποτελεῖν, οὗ πλέον ἢ διπλάσιον τοῖς βασιλεῦσιν εἰσέφερον.

当十位特使从罗马抵达后,他将国土归还给马其顿人,让他们在自由自治中保有自己的城邦,但要求他们向罗马人进贡一百塔兰同,这还不足他们过去向国王缴纳的赋税之半。

§28.7

θέας δὲ παντοδαπῶν ἀγώνων καὶ θυσίας ἐπιτελῶν τοῖς θεοῖς ἑστιάσεις καὶ δεῖπνα προὔθετο, χορηγίᾳ μὲν ἐκ τῶν βασιλικῶν ἀφθόνῳ χρώμενος, τάξιν δὲ καὶ κόσμον καὶ κατακλίσεις καὶ δεξιώσεις καὶ τὴν πρὸς ἕκαστον αὑτοῦ τῆς κατʼ ἀξίαν τιμῆς καὶ φιλοφροσύνης αἴσθησιν οὕτως ἀκριβῆ καὶ πεφροντισμένην ἐνδεικνύμενος ὥστε θαυμάζειν τοὺς Ἕλληνας, εἰ μηδὲ τὴν παιδιὰν ἄμοιρον ἀπολείπει σπουδῆς,1 ἀλλὰ τηλικαῦτα πράττων ἀνὴρ πράγματα καὶ τοῖς μικροῖς τὸ πρέπον ἀποδίδωσιν.

在举行各种竞技表演并向诸神献祭的同时,他大设宴席与筵饮,不仅毫不吝啬地使用王室的开销,而且对席次秩序、规矩礼仪、就座安排、迎送致意,以及对每一个人应得尊崇与亲善的体察,都展现得极其精准周到,以至于希腊人无不叹服:一位成就如此功业的人物,竟连娱乐之事也不失之严谨,而能在细微之处同样施以恰当的关照。

§28.9

ὁ δὲ καὶ τούτοις ἔχαιρεν, ὅτι πολλῶν παρεσκευασμένων καὶ λαμπρῶν τὸ ἥδιστον αὐτὸς ἦν ἀπόλαυσμα καὶ θέαμα τοῖς παροῦσι, καὶ πρὸς τοὺς θαυμάζοντας τὴν ἐπιμέλειαν ἔλεγε τῆς αὐτῆς εἶναι ψυχῆς παρατάξεώς τε προστῆναι καλῶς καὶ συμποσίου,2 τῆς μὲν, ὅπως φοβερωτάτη τοῖς πολεμίοις, τοῦ δʼ, ὡς εὐχαριστότατον ᾖ τοῖς συνοῦσιν.

他自己对此亦感到欣悦,因为在诸多奢华壮观的陈设之中,他本人对于在场者而言便是最为悦人的享受与景观;面对那些惊叹于他这种细致的人,他常说:善于整饬战阵与善于主持宴饮属于同一种心智,前者务求使敌人最为恐惧,后者务求使宾客最为欢愉。

§28.10

οὐδενὸς δʼ ἧττον αὐτοῦ τὴν ἐλευθεριότητα καὶ τὴν μεγαλοψυχίαν ἐπῄνουν οἱ ἄνθρωποι, πολὺ μὲν ἀργύριον, πολὺ δὲ χρυσίον ἐκ τῶν βασιλικῶν ἠθροισμένον οὐδʼ ἰδεῖν ἐθελήσαντος, ἀλλὰ τοῖς ταμίαις εἰς τὸ δημόσιον παραδόντος.

人们赞誉他的慷慨与豁达不亚于其他任何品质,因为当王室仓库中积聚了巨量的白银和黄金时,他甚至不愿看上一眼,而是尽数交与财务官纳入公库。

§28.11

μόνα τὰ βιβλία τοῦ βασιλέως φιλογραμματοῦσι τοῖς υἱέσιν ἐπέτρεψεν ἐξελέσθαι, καὶ διανέμων ἀριστεῖα τῆς μάχης Αἰλίῳ Τουβέρωνι τῷ γαμβρῷ φιάλην ἔδωκε πέντε λιτρῶν ὁλκήν.

唯有国王的藏书,他准许爱好文学的儿子们挑选留存;而在分发战斗中的勇敢赏赐时,他赠给女婿埃利乌斯·图贝罗一只重五磅的碗。

§28.12

οὗτός ἐστι Τουβέρων ὃν ἔφαμεν μετὰ συγγενῶν οἰκεῖν ἑκκαιδέκατον,3 ἀπὸ γηδίου μικροῦ διατρεφομένων ἁπάντων.

这正是我们曾提过的那个图贝罗,他与亲属共十六人同住一处,全靠一小块土地维持生计。

§28.13

καὶ πρῶτον ἄργυρον ἐκεῖνόν φασιν εἰς τὸν Αἰλίων οἶκον εἰσελθεῖν, ὑπʼ ἀρετῆς καὶ τιμῆς εἰσαγόμενον, τὸν δʼ ἄλλον χρόνον οὔτʼ αὐτοὺς οὔτε τὰς γυναῖκας ἀργυρίου χρῄζειν ἢ χρυσοῦ.

据说这是进入埃利乌斯家族宅邸的第一件银器,由美德与荣誉迎入家门,而在其他年月里,无论他们自己还是其妻子,都不曾追求过金银。

语法注3 条
  1. 28.7ὥστε θαυμάζειν τοὺς Ἕλληνας, εἰ μηδὲ τὴν παιδιὰν ἄμοιρον ἀπολείπει σπουδῆς

    在动词 θαυμάζειν 之后的 εἰ 引导从句并非表示间接疑问(“是否”)或纯粹假设,而是接在表示惊异或情感的动词之后,说明引起情绪的事实根据(相当于 ὅτι,“竟然连娱乐也不失去严肃”),此用法常与否定词 μή(此处为 μηδέ)连用。

  2. 28.9τῆς αὐτῆς εἶναι ψυχῆς παρατάξεώς τε προστῆναι καλῶς καὶ συμποσίου

    系动词 εἶναι 构成的表语属性属格(characteristic genitive),表示“做某事属于同一种心智(或品质)”。句子的实际主语是并列的两个不定词短语 παρατάξεως προστῆναι 与 συμποσίου(承前省略 προστῆναι)。

  3. 28.12μετὰ συγγενῶν οἰκεῖν ἑκκαιδέκατον

    希腊语序数词(ἑκκαιδέκατον)与伴随状语连用的包容性计数习语:“与亲属一起作为第十六人生活”,即“与亲属共十六人同住”(与十五位亲戚同住)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:28.1-28.13