← 普鲁塔克

埃米利乌斯·保卢斯传

§27.1-27.6

艾米利乌斯告诫青年将领戒骄与畏惧命运

艾米利乌斯将珀尔修斯交给部下后在帐中沉思良久,随后告诫年轻将领们切莫因胜利而狂妄,并以亚历山大帝国的倾覆为例,告诫他们要畏惧命运的无常与人之脆弱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

οὐ μὴν ἀλλὰ τοῦτον μὲν ἀναστήσας καὶ δεξιωσάμενος Τουβέρωνι παρέδωκεν, αὐτὸς δὲ τοὺς παῖδας καὶ τοὺς γαμβροὺς καὶ τῶν ἄλλων ἡγεμονικῶν μάλιστα τοὺς νεωτέρους ἔσω τῆς σκηνῆς ἐπισπασάμενος πολὺν χρόνον ἦν πρὸς αὑτῷ σιωπῇ καθήμενος, ὥστε θαυμάζειν ἅπαντας.

然而,他将他扶起并握住他的手,交给了图贝罗;他自己则将儿子们、女婿们以及其他将领中尤为年轻者引入帐中,独自静坐默思良久,以致众人皆感惊异。

§27.2

ὁρμήσας δὲ περὶ τῆς τύχης καὶ τῶν ἀνθρωπίνων διαλέγεσθαι πραγμάτων, ἆρά γε, εἶπεν, ἄξιον εὐπραγίας παρούσης ἄνθρωπον ὄντα θρασύνεσθαι καὶ μέγα φρονεῖν ἔθνος ἢ πόλιν ἢ βασιλείαν καταστρεψάμενον, ἢ τὴν μεταβολὴν ταύτην τῆς τύχης,1 ἣ παράδειγμα τῷ πολεμοῦντι κοινῆς ἀσθενείας προθεῖσα παιδεύει μηδὲν ὡς μόνιμον καὶ βέβαιον διανοεῖσθαι;

随后,他开始论及命运与人事,说道: “难道在当下的顺境之中,生而为人便应因征服了一个民族、一座城邦或一个王国而骄横跋扈、狂妄自大吗?抑或难道不该正视这命运的无常变迁——它向征战者昭示了人之共有之脆弱的例证,教导人们切莫将任何事物视作恒久确凿?

§27.3

ποῖος γὰρ ἀνθρώποις τοῦ θαρρεῖν καιρός, ὅταν τὸ κρατεῖν ἑτέρων μάλιστα δεδοικέναι τὴν τύχην ἀναγκάζῃ, καὶ τῷ χαίροντι δυσθυμίαν ἐπάγῃ τοσαύτην ὁ τῆς περιφερομένης καὶ προσισταμένης ἄλλοτʼ ἄλλοις εἱμαρμένης λογισμός;

对于世人而言,又有何等时机可言自信呢?当战胜他人恰恰最迫使人惧怕命运,且这轮转流变、在不同时刻临于不同之人的宿命之沉思,竟会给欢欣之人带来如此巨大的沮丧之时。

§27.4

ἢ τὴν Ἀλεξάνδρου διαδοχήν, ὃς ἐπὶ πλεῖστον ἤρθη δυνάμεως καὶ μέγιστον ἔσχε κράτος, ὥρας μιᾶς μορίῳ πεσοῦσαν ὑπὸ πόδας θέμενοι,2 καὶ τοὺς ἄρτι μυριάσι πεζῶν καὶ χιλιάσιν ἱππέων τοσαύταις ὁπλοφορουμένους βασιλεῖς ὁρῶντες ἐκ τῶν πολεμίων χειρῶν ἐφήμερα σιτία καὶ ποτὰ λαμβάνοντας, οἴεσθε τὰ καθʼ ἡμᾶς ἔχειν τινὰ βεβαιότητα τύχης διαρκῆ πρὸς τὸν χρόνον;

抑或,将被推向权力绝顶、掌握至高霸权的亚历山大那在一小时的片刻间便陨落的传承踏于足下;眼见方才还被数万步兵和数千骑兵武装拱卫的国王们,如今却从敌人手中领取每日糊口的粮秣水饮,难道你们竟以为我们的境况拥有某种经得起时间考验的命运确凿性?

§27.5

οὐ καταβαλόντες ὑμεῖς οἱ νέοι τὸ κενὸν φρύαγμα τοῦτο καὶ γαυρίαμα τῆς νίκης ταπεινοὶ καταπτήξετε πρὸς τὸ μέλλον,3 ἀεὶ καραδοκοῦντες εἰς ὅ τι κατασκήψει τέλος ἑκάστῳ τὴν τῆς παρούσης εὐπραγίας ὁ δαίμων νέμεσιν;

年轻人们,难道你们还不抛弃这胜利所带来的虚妄傲气与狂妄,对未来心怀谦逊与畏缩,时时警惕着神意究竟会将何种结局降于各人,作为对当下荣华的惩戒吗?”

§27.6

τοιαῦτά φασι πολλὰ διαλεχθέντα τὸν Αἰμίλιον ἀποπέμψαι τοὺς νέους εὖ μάλα τὸ καύχημα καὶ τὴν ὕβριν, ὥσπερ χαλινῷ, τῷ λόγῳ κόπτοντι κεκολασμένους.4

据说艾米利乌斯在讲了许多诸如此类的话之后,便让这群年轻人退下了,他以言辞为缰辔,痛加挫折,将他们的虚骄与狂妄惩治得服服帖帖。

语法注4 条
  1. 27.2ἢ τὴν μεταβολὴν ταύτην τῆς τύχης

    连词 ἤ 引导承接句首“ἆρά γε... ἄξιον”的第二种选择。宾格“τὴν μεταβολὴν ταύτην”在句法上可理解为承前省略了诸如 σκοπεῖν 或 διανοεῖσθαι 等表示观察、思考的动词,与前半句中面对顺境时的傲慢狂妄形成对比。

  2. 27.4ὥρας μιᾶς μορίῳ πεσοῦσαν ὑπὸ πόδας θέμενοι

    分词 θέμενοι 的逻辑主语是下文的主动词 οἴεσθε 的主语(即 ὑμεῖς),与 ὑπὸ πόδας 构成“置于足下(踏于足下)”之意,支配“τὴν Ἀλεξάνδρου διαδοχήν... πεσοῦσαν”(其中 πεσοῦσαν 修饰 διαδοχήν)作为宾语。它与下文的 ὁρῶντες 形成并列,构成修饰 οἴεσθε 的状语从属成分。

  3. 27.5οὐ καταβαλόντες ὑμεῖς οἱ νέοι τὸ κενὸν φρύαγμα τοῦτο καὶ γαυρίαμα τῆς νίκης ταπεινοὶ καταπτήξετε πρὸς τὸ μέλλον

    否定词 οὐ 搭配将来时直陈语气动词(καταπτήξετε)构成表强烈敦促、等同于祈使句的反问句(“难道你们还不……吗?”)。不定过去时分词 καταβαλόντες 表示伴随动作,意在敦促年轻将领立刻摒弃傲气。

  4. 27.6τῷ λόγῳ κόπτοντι κεκολασμένους

    现在时分词 κόπτοντι 修饰工具与格 τῷ λόγῳ,配合比喻 ὥσπερ χαλινῷ(“犹如以辔衔抑制”),意为“以言辞之辔痛加挫折与克制”。完成时被动分词 κεκολασμένους 则与主动词 ἀποπέμψαι 的宾语 τοὺς νέους 性数格一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:27.1-27.6