- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:26.1-26.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
企图出逃的珀尔修斯遭克里特船主背叛,且子女被捕,被迫向罗马军投降;他在埃米利乌斯面前卑躬屈膝乞怜,反遭其严词斥责软弱可耻。
Γναῖος δὲ Ὀκτάβιος ὁ ναυαρχῶν Αἰμιλίῳ προσορμισάμενος τῇ Σαμοθρᾴκῃ τὴν μὲν ἀσυλίαν παρεῖχε τῷ Περσεῖ διὰ τοὺς θεούς, ἔκπλου δὲ καὶ φυγῆς εἶργεν.
埃米利乌斯麾下的海军指挥官格奈乌斯·奥克塔维乌斯在萨莫色雷斯锚泊后,因敬神而允许珀尔修斯享有避难权,但阻止其出海和逃亡。
οὐ μὴν ἀλλὰ λανθάνει πως ὁ Περσεὺς Ὀροάνδην τινὰ Κρῆτα λέμβον ἔχοντα συμπείσας1 μετὰ χρημάτων ἀναλαβεῖν αὐτόν, ὁ δὲ κρητισμῷ χρησάμενος τὰ μὲν χρήματα νύκτωρ ἀνέλαβεν, ἐκεῖνον δὲ τῆς ἑτέρας νυκτὸς ἥκειν κελεύσας ἐπὶ τὸν πρὸς τῷ Δημητρίῳ λιμένα μετὰ τῶν τέκνων καὶ θεραπείας ἀναγκαίας, εὐθὺς ἀφʼ ἑσπέρας ἀπέπλευσεν.
然而,珀尔修斯仍设法私下说服了一个名叫奥罗安德斯的克里特人,此人有一艘轻舟,答应带他和财物一起登船。可是这个克里特人发挥了克里特人惯有的狡诈,夜间将财物装上了船,吩咐他在第二夜带着子女和必要的侍从到德墨忒尔神庙旁的港口会合,自己却在黄昏时分便径自扬帆而去。
ὁ δὲ Περσεὺς οἰκτρὰ μὲν ἔπασχε διὰ στενῆς θυρίδος παρὰ τὸ τεῖχος ἐκμηρυόμενος αὑτὸν καὶ παιδία καὶ γυναῖκα πόνων καὶ πλάνης ἀπείρους, οἰκτρότατον δὲ στεναγμὸν ἀφῆκεν, ὥς τις αὐτῷ πλανωμένῳ παρὰ τὸν αἰγιαλὸν ἤδη πελάγιον τὸν Ὀροάνδην θέοντα κατιδὼν ἔφρασεν.
珀尔修斯经历了极为凄惨的折磨,从城墙边狭窄的小窗中,将自己以及从未经历过辛劳与流亡的妻子儿女一个个抽身放下;当他在海滩上徘徊时,有人看见奥罗安德斯早已扬帆远在公海之上并告知了他,他发出了最为悲凄的哀叹。
ὑπέλαμπε γὰρ ἡμέρα, καὶ πάσης ἐλπίδος ἔρημος ὑπεχώρει φυγῇ πρὸς τὸ τεῖχος, οὐ λαθὼν μέν, ὑποφθάσας δὲ τοὺς Ῥωμαίους, μετὰ τῆς γυναικός.
因为天色渐明,他陷于绝望,便与妻子仓皇逃回城墙处,虽然未逃过罗马人的眼睛,但抢在他们前头跑了回去。
τὰ δὲ παιδία συλλαβὼν αὐτοῖς Ἴων ἐνεχείρισεν, ὃς πάλαι μὲν ἐρώμενος ἦν τοῦ Περσέως, τότε δὲ προδότης γενόμενος αἰτίαν παρέσχε τὴν μάλιστα συναναγκάσασαν τὸν ἄνθρωπον, ὡς θηρίον ἁλισκομένων τῶν τέκνων, εἰς χεῖρας ἐλθεῖν καὶ παραδοῦναι τὸ σῶμα τοῖς ἐκείνων κρατοῦσιν.
然而,伊翁却将珀尔修斯的孩子们抓住并交给了罗马人。伊翁从前曾是珀尔修斯宠幸的娈童,此时却沦为叛徒,成了迫使这个人最终投降的最主要原因——就像幼兽被捕获的野兽一样,他不得不走到擒获其子女的人面前自首投案。
ἐπίστευε μὲν οὖν μάλιστα τῷ Νασικᾷ, κἀκεῖνον ἐκάλει μὴ παρόντος δὲ κατακλαύσας τὴν τύχην καὶ τὴν ἀνάγκην περισκεψάμενος ἔδωκεν αὑτὸν ὑποχείριον τῷ Γναίῳ, τότε μάλιστα ποιήσας φανερόν ὅτι τῆς φιλαργυρίας ἦν ἐν αὐτῷ τι κακὸν ἀγεννέστερον ἡ φιλοψυχία, διʼ ἥν, ὃ μόνον ἡ τύχη τῶν ἐπταικότων οὐκ ἀφαιρεῖται, τὸν ἔλεον, ἀπεστέρησεν ἑαυτοῦ.2
珀尔修斯最信任纳西卡,不断呼唤他的名字;但因纳西卡不在场,他痛哭自己的命运,权衡了绝境之后,便向格奈乌斯束手就擒。此时他极其明显地暴露出了自己心中有着比贪财更下贱的恶德,那便是贪生怕死,正是为了苟活,他让自己丧失了命运唯独不曾从失败者手中剥夺的东西——怜悯。
δεηθεὶς γὰρ ἀχθῆναι πρὸς τὸν Αἰμίλιον, ὁ μὲν ὡς ἀνδρὶ μεγάλῳ πεπτωκότι πτῶμα νεμεσητὸν καὶ δυστυχὲς ἐξαναστὰς ὑπήντα μετὰ τῶν φίλων δεδακρυμένος·
珀尔修斯请求被带到埃米利乌斯面前,埃米利乌斯起身相迎,流着泪带着友人们前去见他,仿佛去迎接一位遭遇了令人痛惜与悲戚厄运的伟大人物。
ὁ δʼ, αἴσχιστον θέαμα, προβαλὼν αὑτὸν ἐπὶ στόμα καὶ γονάτων δραξάμενος ἀνεβάλλετο φωνὰς ἀγεννεῖς καὶ δεήσεις, ἃς οὐχ ὑπέμεινεν οὐδʼ ἤκουσεν ὁ Αἰμίλιος, ἀλλὰ προσβλέψας αὑτὸν ἀλγοῦντι καὶ λελυπημένῳ τῷ προσώπῳ, τί τῆς τύχης, εἶπεν, ὦ ταλαίπωρε, τὸ μέγιστον ἀφαιρεῖς τῶν ἐγκλημάτων, ταῦτα πράττων ἀφʼ ὧν δόξεις οὐ παρʼ ἀξίαν ἀτυχεῖν, οὐδὲ τοῦ νῦν, ἀλλὰ τοῦ πάλαι δαίμονος ἀνάξιος γεγονέναι;3
然而,珀尔修斯却呈现出一幅极其可耻的景象:他俯伏于地,抱住埃米利乌斯的双膝,发出卑贱的哀号和恳求。埃米利乌斯既无法容忍也不愿听下去,而是面带痛苦和悲戚之色注视着他,说道: “可怜的人啊,你为何通过这番举动,从命运身上夺走了对她最大的指责呢?你的所作所为,只会让人觉得你遭受不幸并非冤枉,也并非配不上如今的厄运,而是不配享有往昔的荣幸。
τί δέ μου καταβάλλεις τὴν νίκην, καὶ τὸ κατόρθωμα ποιεῖς μικρόν, ἐπιδεικνύμενος ἑαυτὸν οὐ γενναῖον οὐδὲ πρέποντα Ῥωμαίων ἀνταγωνιστήν;
你为何贬低我的胜利,贬损我的战功,将自己表现得既不高贵,也不配做罗马人的对手?
ἀρετή τοι δυστυχοῦσι μεγάλην ἔχει μοῖραν αἰδοῦς καὶ παρὰ πολεμίοις, δειλία δὲ Ῥωμαίοις, κἂν εὐποτμῇ, πάντη ἀτιμότατον.4
对不幸之人而言,美德即使在敌人面前也能赢得极大的敬意;但怯懦即便享有顺境,在罗马人眼中也彻头彻尾是最可鄙弃的。”
- 26.2λανθάνει πως ὁ Περσεὺς Ὀροάνδην τινὰ Κρῆτα λέμβον ἔχοντα συμπείσας
动词 λανθάνω 与分词 συμπείσας 连用的句式,意为“不知不觉地做某事”或“秘密地做某事”。此处指珀尔修斯避开罗马人的监视,暗中说服了奥罗安德斯。
- 26.7ὃ μόνον ἡ τύχη τῶν ἐπταικότων οὐκ ἀφαιρεῖται, τὸν ἔλεον, ἀπεστέρησεν ἑαυτοῦ
倒装结构:关系从句 ὃ μόνον ... οὐκ ἀφαιρεῖται 的先行词 τὸν ἔλεον 作为同位语被置于从句之后。动词 ἀποστερέω 此处结合了宾格(即由关系从句引出的 τὸν ἔλεον)与反身代词属格 ἑαυτοῦ(离格性属格),构成“使自己丧失了同情”的结构。
- 26.10ταῦτα πράττων ἀφʼ ὧν δόξεις οὐ παρʼ ἀξίαν ἀτυχεῖν, οὐδὲ τοῦ νῦν, ἀλλὰ τοῦ πάλαι δαίμονος ἀνάξιος γεγονέναι
关系代词短语 ἀφʼ ὧν 引导表示依据或原因的从句:“做出这些使你显得……的行为”。同时,οὐ παρʼ ἀξίαν(并非不应得)后接 οὐδὲ ... ἀλλὰ ...,由形容词 ἀνάξιος 支配两个属格 τοῦ νῦν [δαίμονος] 与 τοῦ πάλαι δαίμονος,意即“也并非配不上当下的厄运,而是配不上往昔的荣幸”。
- 26.12δειλία δὲ Ῥωμαίοις, κἂν εὐποτμῇ, πάντη ἀτιμότατον
虽然主语 δειλία 是阴性名词,但表语形容词 ἀτιμότατον 却用了中性单数形式。这是希腊语中常见的“无性表语”用法,用于将某种抽象品质概括性地表述为一种普遍的“事物/存在”(即“怯懦乃是至为可耻之事”)。
