- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:25.1-25.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引远方捷报即日传达的历史先例,包括萨格拉河之战、米卡勒之战、雷吉卢斯湖战役中狄俄斯库洛伊显圣的奇闻,以及同代图密善时期镇压安东尼乌斯叛乱的流言。
λέγεται δὲ καὶ τῆς ἐπὶ Σάγρᾳ ποταμῷ μάχης Ἰταλιωτῶν αὐθημερὸν ἐν Πελοποννήσῳ λόγον γενέσθαι, καὶ Πλαταιᾶσι τῆς ἐν Μυκάλῃ πρὸς Μήδους.
据说,意大利人在萨格拉河战役的消息,当天就传到了伯罗奔尼撒;在米卡勒对抗波斯人的战报,也同样传到了普拉提亚。
ἣν δὲ Ῥωμαῖοι Ταρκυνίους μετὰ Λατίνων ἐπιστρατεύσαντας ἐνίκησαν,1 αὐτάγγελοι φράζοντες ὤφθησαν ἀπὸ τοῦ στρατοῦ μικρὸν ὕστερον ἄνδρες δύο καλοὶ καὶ μεγάλοι, τούτους εἴκασαν εἶναι Διοσκούρους.
至于罗马人击败与拉丁人联合进犯的塔尔奎尼乌斯家族的那场战役,事后不久,人们看见两名身材高大英武的男子自军中现身亲自传信,人们推测他们便是狄俄斯库洛伊。
ὁ δʼ ἐντυχὼν πρῶτος αὐτοῖς κατʼ ἀγορὰν πρὸ τῆς κρήνης, ἀναψύχουσι τοὺς ἵππους ἱδρῶτι πολλῷ περιρρεομένους, ἐθαύμαζε τὸν περὶ τῆς νίκης λόγον.
在广场的水泉前,当他们正为汗流浃背的战马消暑时,第一个遇见他们的人对这胜利的喜讯惊异不已。
εἶθʼ οἱ μὲν ἐπιψαῦσαι λέγονται τῆς ὑπήνης αὐτοῦ τοῖν χεροῖν ἀτρέμα μειδιῶντες· ἡ δὲ εὐθὺς ἐκ μελαίνης τριχὸς εἰς πυρρὰν μεταβαλοῦσα τῷ μὲν λόγῳ πίστιν, τῷ δʼ ἀνδρὶ παρασχεῖν ἐπίκλησιν2 τὸν Ἀηνόβαρβον, ὅπερ ἐστὶ χαλκοπώγωνα.
随后据说两人静静地微笑着,用双手触摸了他的下颌胡须;那胡须立刻从黑变红,不仅证实了所言不虚,更赋予了此人“阿埃诺巴布斯”这一称号,意即“铜髯”。
πᾶσι δὲ τούτοις τὸ καθʼ ἡμᾶς γενόμενον πίστιν παρέσχεν. ὅτε γὰρ Ἀντώνιος ἀπέστη Δομετιανοῦ καὶ πολὺς πόλεμος ἀπὸ Γερμανίας προσεδοκᾶτο, τῆς Ῥώμης ταραττομένης ἄφνω καὶ αὐτομάτως ὁ δῆμος ἐξ αὑτοῦ φήμην ἀνέδωκε νίκης, καὶ τὴν Ῥώμην ἐπέδραμε λόγος αὐτόν τε τὸν Ἀντώνιον ἀνῃρῆσθαι καὶ τοῦ σὺν αὐτῷ στρατεύματος ἡττημένου μηδὲν μέρος λελεῖφθαι. τοσαύτην δὲ λαμπρότητα καὶ ῥύμην ἡ πίστις ἔσχεν ὥστε καὶ θῦσαι τῶν ἐν τέλει πολλούς.
而发生在我们这个时代的一件事,更为所有这些记载提供了确证。当时安东尼乌斯背叛图密善,人们预料自日耳曼尼亚将爆发大规模战争,在罗马全城人心惶惶之际,忽然间民众自身自发地传出了胜利的流言,称安东尼乌斯本人已被诛杀,其麾下的军队亦全军覆没、溃不成军,这一消息迅速席卷了整个罗马。这信念是如此鲜活有力,以至于许多当政要员甚至为此举行了献祭。
ζητουμένου δὲ τοῦ πρώτου φράσαντος, ὡς οὐδεὶς ἦν, ἀλλʼ ὁ λόγος εἰς ἄλλον ἐξ ἄλλου διωκόμενος ἀνέφευγε, καὶ τέλος καταδὺς ὥσπερ εἰς πέλαγος ἀχανὲς τὸν ἄπειρον ὄχλον ἐφάνη μηδεμίαν ἀρχὴν ἔχων βέβαιον, αὕτη μὲν ἡ φήμη ταχὺ τῆς πόλεως ἐξερρύη, πορευομένῳ δὲ τῷ Δομετιανῷ μετὰ δυνάμεως ἐπὶ τὸν πόλεμον ἤδη καθʼ ὁδὸν ἀγγελία καὶ γράμματα φράζοντα τὴν νίκην ἀπήντησεν.
然而,当追查谁是第一个传信者时,却找不到确切之人,流言在人与人之间被追寻时不断闪躲,最终仿佛沉入无边浩瀚的大海般消隐在无数人群之中,显然并无任何可靠的源头,于是这流言迅速在城中平息消散;可是,当图密善率军开赴战场时,使者与捷报便已在途中迎面而至。
ἡ δʼ αὐτοῦ τοῦ κατορθώματος ἡμέρα καὶ τῆς φήμης ἐγίνετο,3 ἐπὶ πλέον ἢ δισμυρίους σταδίους τῶν τόπων διεστώτων. ταῦτα μὲν οὐδεὶς ἀγνοεῖ τῶν καθʼ ἡμᾶς.
而那场大捷发生的当天,恰恰正是流言传出的同一日,尽管两地相距达两万多斯塔狄翁之遥。对于这些事,我们这一代人无不知晓。
- 25.2ἣν δὲ Ῥωμαῖοι Ταρκυνίους μετὰ Λατίνων ἐπιστρατεύσαντας ἐνίκησαν
关系代词 ἣν 以承接前文语境中的 μάχη 为先行词,置于句首起提引主题的作用(“至于罗马人击败……的那场战役”)。随后的主干叙述直接引出了显圣事件(两名神异男子的现身),而未在字面上重复 μάχη。
- 25.4ἡ δὲ εὐθὺς ἐκ μελαίνης τριχὸς εἰς πυρρὰν μεταβαλοῦσα τῷ μὲν λόγῳ πίστιν, τῷ δʼ ἀνδρὶ παρασχεῖν ἐπίκλησιν
不定式 παρασχεῖν 在句法上受前文 λέγονται 的统辖,属于间接引语的不定式结构;其主语为承接前文 ὑπήνη 的冠词代词 ἡ(与主格分词 μεταβαλοῦσα 一致),意为“据说胡须(ἡ)……赋予了……”。
- 25.7ἡ δʼ αὐτοῦ τοῦ κατορθώματος ἡμέρα καὶ τῆς φήμης ἐγίνετο
此句简明地表达了大捷发生的当天与流言传出的那一天是同一天。连接词 καὶ 将两个属格(αὐτοῦ τοῦ κατορθώματος 与 τῆς φήμης)并列于主语 ἡμέρα 之下,动词 ἐγίνετο 意为“变成了/正是”。
