- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:24.1-24.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
全马其顿在两日内降服于艾米利乌斯,他在献祭时亦现雷击祭坛之神迹;与此同时,彼得纳战胜的消息神差鬼使般在四日内便先行传至罗马的赛场。
ἀεὶ μὲν οὖν λέγονται φιλοβασίλειοι Μακεδόνες, τότε δʼ ὡς ἐρείσματι κεκλασμένῳ1 πάντων ἅμα συμπεσόντων ἐγχειρίζοντες αὑτοὺς τῷ Αἰμιλίῳ δύο ἡμέραις ὅλης κύριον αὐτὸν κατέστησαν Μακεδονίας.
马其顿人向来被认为忠于王权,然而此时,仿佛支柱断裂、一切同时崩塌一般,他们纷纷将自身委付于艾米利乌斯,在短短两天之内便使他成为了全马其顿的主人。
καὶ δοκεῖ τοῦτο μαρτυρεῖν τοῖς εὐτυχίᾳ τινὶ τὰς πράξεις ἐκείνας γεγονέναι φάσκουσιν.
这似乎也为那些坚称那番功业全凭某种侥幸者提供了佐证。
ἔτι δὲ καὶ τὸ περὶ τὴν θυσίαν σύμπτωμα δαιμόνιον ἦν ἐν Ἀμφιπόλει θύοντος τοῦ Αἰμιλίου καὶ τῶν ἱερῶν ἐνηργμένων κεραυνὸς ἐνσκήψας εἰς τὸν βωμὸν ἐπέφλεξε καὶ συγκαθήγισε τὴν ἱερουργίαν.
此外,关于祭牲之事亦现神迹:当艾米利乌斯在安菲波利斯献祭、祭礼方始之时,一道闪电劈向祭坛,引燃并一同焚尽了祭牲。
ὑπερβάλλει δὲ θειότητι πάντως καὶ τύχῃ τὰ τῆς φήμης, ἦν μὲν γὰρ ἡμέρα τετάρτη νενικημένῳ Περσεῖ2 περὶ Πύδναν, ἐν δὲ τῇ Ῥώμῃ τοῦ δήμου θεωροῦντος ἱππικοὺς ἀγῶνας ἐξαίφνης ἐνέπεσε λόγος εἰς τὸ πρῶτον τοῦ θεάτρου μέρος ὡς Αἰμίλιος μεγάλῃ μάχῃ νενικηκὼς Περσέα καταστρέφοιτο σύμπασαν Μακεδονίαν.
然而,就其神奇莫测与机缘巧合而言,传言之事更是绝无仅有。那是珀尔修斯在彼得纳战败后的第四天,在罗马,正当民众在观看赛马竞技之时,忽然有一则消息落入剧场的前席,称艾米利乌斯在一场大战中击溃了珀尔修斯,正平定整个马其顿。
ἐκ δὲ τούτου ταχὺ τῆς φήμης ἀναχεομένης εἰς τὸ πλῆθος ἐξέλαμψε χαρὰ μετὰ κρότου καὶ βοῆς τὴν ἡμέραν ἐκείνην κατασχοῦσα τὴν πόλιν.
由此,传闻迅速在群众中弥散开来,在掌声与呼喊声中迸发出狂喜,笼罩了整座城池达一整天。
εἶτα, ὡς ὁ λόγος οὐκ εἶχεν εἰς ἀρχὴν ἀνελθεῖν βέβαιον,3 ἀλλʼ ἐν πᾶσιν ὁμοίως ἐφαίνετο πλανώμενος, τότε μὲν ἐσκεδάσθη καὶ διερρύη τὰ τῆς φήμης, ὀλίγαις δʼ ὕστερον ἡμέραις πυθόμενοι σαφῶς ἐθαύμαζον τὴν προδραμοῦσαν ἀγγελίαν, ὡς ἐν τῷ ψεύδει τὸ ἀληθὲς εἶχε,
其后,由于这消息无法上溯至确切的来源,而似乎只是在所有人之间同样漂浮无据,于是传闻一时消散瓦解;但数日之后,当他们确切获悉实情时,无不惊叹于先前先行传达的喜讯,竟如何在虚妄之中蕴藏了真相。
- 24.1ἐρείσματι κεκλασμένῳ
与 συμπεσόντων(崩塌)连用的原因或伴随状态与格,意为“因支柱断裂”或“在支柱折断的状态下”。此处借喻马其顿失去了国王珀尔修斯这一支柱。
- 24.4νενικημένῳ Περσεῖ
与表时间的序数词(ἡμέρα τετάρτη)连用的关系与格(dativus relationis),为古希腊语中表示自某一事件发生以来所历经时间的固定句式,意为“珀尔修斯战败后的第四天”。
- 24.6οὐκ εἶχεν εἰς ἀρχὴν ἀνελθεῖν βέβαιον
ἔχω 后接不定词表示“能够”(能力/可能性),加上否定词 οὐκ 即为“无法追溯至确凿的源头”。其主语为主格的 ὁ λόγος(传闻)。
