- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:23.1-23.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
战败的珀尔修斯遭近侍纷纷弃离,在佩拉盛怒之下手刃两位铸币官,后以巨额金银吸引雇佣兵相随,却因其根深蒂固的贪鄙欺诈友人,最终逃往萨莫色雷斯的神庙乞求庇护。
Περσεὺς δὲ φυγῇ μέν ἐκ Πύδνης εἰς Πέλλαν ἀπεχώρει, τῶν ἱππέων ἐπιεικῶς πάντων ἀπὸ τῆς μάχης διασεσῳσμένων.
珀尔修斯本人则从彼得纳仓皇逃往佩拉,其骑兵几乎全数从战斗中安全脱身。
ἐπεὶ δὲ καταλαμβάνοντες οἱ πεζοὶ τοὺς ἱππεῖς ὡς ἀνάνδρους καὶ προδεδωκότας λοιδοροῦντες ἀπὸ τῶν ἵππων ὤθουν καὶ πληγὰς ἐδίδοσαν, δείσας τὸν θόρυβον ἐκ τῆς ὁδοῦ παρέκλινε τὸν ἵππον, καὶ τὴν πορφύραν, ὡς μὴ διάσημος εἴη, περισπάσας ἔθετο πρόσθεν αὑτοῦ, καὶ τὸ διάδημα διὰ χειρῶν εἶχεν.
然而,当步兵赶上骑兵时,斥责他们懦怯背叛,将他们推下马匹并加以殴打;珀尔修斯惧于这番骚乱,遂勒马偏离大道,又扯下紫袍置于身前以防显眼,并将王冠握在手中。
ὡς δὲ καὶ προσδιαλέγοιτο τοῖς ἑταίροις ἅμα βαδίζων,1 καταβὰς ἐφείλκετο τὸν ἵππον.
此外,为了在步行时也能与伙伴交谈,他下马牵行。
τῶν δὲ ὁ μέν τις ὑπόδημα προσποιούμενος λελυμένον συνάπτειν, ὁ δʼ ἵππον ἄρδειν, ὁ δὲ ποτοῦ χρῄζειν, ὑπολειπόμενοι κατὰ μικρὸν ἀπεδίδρασκον, οὐχ οὕτω τοὺς πολεμίους, ὡς τὴν ἐκείνου χαλεπότητα δεδοικότες.
但在这些人中,一人假装系紧松脱的鞋带,另一人假意饮马,又有一人声称需觅水解渴,他们渐次落后,悄悄溜走,因为他们畏惧其残酷暴戾甚于畏惧敌人。
κεχαραγμένος γὰρ ὑπὸ τῶν κακῶν εἰς πάντας ἐζήτει τρέπειν ἀφʼ αὐτοῦ τὴν αἰτίαν τῆς ἥττης.
盖因他备受灾祸折磨而恚恨交加,企图将战败之咎从自身推卸至所有人身上。
ἐπεὶ δὲ νυκτὸς εἰς Πέλλαν εἰσελθὼν Εὖκτον καὶ Εὔλαιον, τοὺς ἐπὶ τοῦ νομίσματος, ἀπαντήσαντας αὐτῷ καὶ τὰ μέν ἐγκαλοῦντας περὶ τῶν γεγονότων, τὰ δὲ παρρησιαζομένους ἀκαίρως καὶ συμβουλεύοντας ὀργισθεὶς ἀπέκτεινεν, αὐτὸς τῷ ξιφιδίῳ παίων ἀμφοτέρους, οὐδεὶς παρέμεινεν αὐτῷ πάρεξ Εὐάνδρου τε τοῦ Κρητὸς καὶ Ἀρχεδάμου τοῦ Αἰτωλοῦ καὶ τοῦ Βοιωτοῦ Νέωνος.
及至夜间进入佩拉,掌管铸币之事的欧克托斯与欧莱奥斯前来迎见,既对发生之事加以责怪,又不知趣地直言进谏,他勃然大怒,亲手拔出短剑刺杀了二人;自此便无人留随于侧,唯有克里特人埃旺德罗斯、埃托利亚人阿尔克达莫斯及维奥蒂亚人内翁三人而已。
τῶν δὲ στρατιωτῶν ἐπηκολούθησαν οἱ Κρῆτες, οὐ διʼ εὔνοιαν, ἀλλὰ τοῖς χρήμασιν, ὥσπερ κηρίοις μέλιτται, προσλιπαροῦντες.
而在士兵之中,克里特人尾随相从,并非出于善意,而是死死附着其财物,宛若蜂群附于蜂巢。
πάμπολλα γὰρ ἐπήγετο, καὶ προὔθηκεν ἐξ αὐτῶν διαρπάσαι τοῖς Κρησὶν ἐκπώματα καὶ κρατῆρας καὶ τὴν ἄλλην ἐν ἀργύρῳ καὶ χρυσῷ κατασκευὴν εἰς πεντήκοντα ταλάντων λόγον.
盖因他随身携有巨资,并从中拨出酒杯、调酒缸以及其他金银器具,价值达五十塔兰同,任由克里特人哄抢分取。
γενόμενος δʼ ἐν Ἀμφιπόλει πρῶτον, εἶτʼ ἐκεῖθεν ἐν Γαληψῷ, καὶ τοῦ φόβου μικρὸν ὑπανέντος, εἰς τὸ συγγενὲς καὶ πρεσβύτατον αὐτοῦ τῶν νοσημάτων, τὴν μικρολογίαν, αὖθις ὑπενεχθείς ὠδύρετο πρὸς τοὺς φίλους ὡς τῶν Ἀλεξάνδρου τοῦ μεγάλου χρυσωμάτων ἔνια τοῖς Κρησὶ διερριφὼς ὑπʼ ἀγνοίας, καὶ παρεκάλει τοὺς ἔχοντας ἀντιβολῶν καὶ δακρύων ἀμείψασθαι πρὸς νόμισμα.
他先是抵达安菲波利斯,继而又至加勒普索斯;恐惧稍有缓解之时,他又被拽回其生来已有、最为根深蒂固的宿疾——吝啬小气之中,向友人哀泣自己因一时无知,竟将亚历山大大帝的一些黄金器皿散给了克里特人,并涕泣恳求持有者以之换回钱币。
τοὺς μέν οὖν ἐπισταμένους ἀκριβῶς αὐτὸν οὐκ ἔλαθε κρητίζων πρὸς Κρῆτας,2 οἱ δὲ πεισθέντες καὶ ἀποδόντες ἀπεστερήθησαν.
对于深知其为人者而言,自然一眼看穿他是在“对着克里特人施展克里特人的伎俩(行骗于骗子)”,然而那些受其说服而归还器皿之人终遭欺骗。
οὐ γὰρ ἀπέδωκε τἀργύριον, ἀλλὰ τριάκοντα τάλαντα κερδάνας ἀπὸ τῶν φίλων, ἃ μικρὸν ὕστερον ἔμελλον οἱ πολέμιοι λήψεσθαι,3 μετʼ αὐτῶν διέπλευσεν εἰς Σαμοθρᾴκην καὶ διαφεύγων ἐπὶ τοὺς Διοσκούρους ἱκέτευεν.
因为他并未偿付银钱,反从友人处骗得三十塔兰同(这笔财富不久之后便注定落入敌手),携之乘船渡海前往萨莫色雷斯,仓皇逃遁并在狄奥斯库洛伊的神庙前祈求庇护。
- 23.3ὡς δὲ καὶ προσδιαλέγοιτο τοῖς ἑταίροις ἅμα βαδίζων
连词 ὡς 连同无 ἄν 的祈愿语气动词 προσδιαλέγοιτο 构成目的从句(“以便在……时能交谈”),说明珀尔修斯下马牵行的动机。
- 23.10κρητίζων πρὸς Κρῆτας
古代成语(κρητίζειν πρὸς Κρῆτα,“对克里特人行克里特人之道”)。克里特人古代以善于撒谎欺诈闻名,此语意为“以骗制骗”或在骗子面前弄巧行诈。
- 23.11ἃ μικρὸν ὕστερον ἔμελλον οἱ πολέμιοι λήψεσθαι
关系代词 ἃ 的先行词是前文的 τριάκοντα τάλαντα(三十塔兰同)。ἔμελλον 接将来时不定式 λήψεσθαι 表达命中注定的将来(“不久后注定将由敌人获取”)。
