- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:22.1-22.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
战斗迅速分出胜负,罗马军展开追击,但艾米利乌斯因爱子西庇阿失踪而陷入悲痛。全军展开焦急搜寻之际,沉迷于追敌的西庇阿安然归营。
καὶ κρίσιν μὲν ὀξυτάτην μέγιστος ἀγὼν οὗτός ἔσχεν ἐνάτης γὰρ ὥρας ἀρξάμενοι μάχεσθαι πρὸ δεκάτης ἐνίκησαν τῷ δὲ λειπομένῳ τῆς ἡμέρας χρησάμενοι πρὸς τὴν δίωξιν καὶ μέχρι σταδίων ἑκατὸν καὶ εἴκοσι διώξαντες ἑσπέρας ἤδη βαθείας ἀπετράποντο.
这场极为重大的交战迎来了极其迅疾的决胜时刻:因为他们在第九刻开始交锋,在第十刻之前便已取胜;他们利用该日剩余的时光展开追击,追杀远达一百二十斯塔德,直到夜色已深才行折返。
καὶ τοὺς μὲν ἄλλους οἱ θεράποντες ὑπὸ λαμπάδων ἀπαντῶντες μετὰ χαρᾶς καὶ βοῆς ἀπῆγον ἐπὶ τὰς σκηνάς φωτὶ λαμπομένας καὶ κεκοσμημένας κιττοῦ καὶ δάφνης στεφάνοις· αὐτὸν δὲ τὸν στρατηγὸν μέγα πένθος εἶχε.
仆役们擎着火把迎接其余军众,伴着欢呼与欢笑,将他们迎入那些灯火通明、缀以常春藤与月桂花环装饰的营帐;然而主帅自己却沉浸在巨大的悲痛之中。
δυεῖν γὰρ υἱῶν αὐτοῦ στρατευομένων ὁ νεώτερος οὐδαμοῦ φανερὸς ἦν, ὃν ἐφίλει τε μάλιστα καὶ πλεῖστον εἰς ἀρετὴν φύσει προὔχοντα τῶν ἀδελφῶν ἑώρα.
因为随军征战的两个儿子中,小儿子竟无处寻觅,而他最为疼爱此子,深知他天性在美德上远超其兄弟。
θυμοειδῆ δὲ καὶ φιλότιμον ὄντα τὴν ψυχήν, ἔτι δʼ ἀντίπαιδα τὴν ἡλικίαν,1 παντάπασιν ἀπολωλέναι κατεδόξαζεν, ὑπʼ ἀπειρίας ἀναμιχθέντα τοῖς πολεμίοις μαχομένοις.
由于这孩子在心性上刚毅且好尚名誉,而年龄尚在少年之列,艾米利乌斯便断定他必因缺乏经验而在与敌搏斗时陷身其中而彻底丧命。
ἀπορουμένου δὲ αὐτοῦ καὶ περιπαθοῦντος ᾔσθετο πᾶν τὸ στράτευμα, καὶ μεταξὺ δειπνοῦντες2 ἀνεπήδων καὶ διέθεον μετὰ λαμπάδων, πολλοὶ μὲν ἐπὶ τὴν σκηνὴν τοῦ Αἰμιλίου, πολλοὶ δὲ πρὸ τοῦ χάρακος ἐν τοῖς πρώτοις νεκροῖς ζητοῦντες.
全军察觉到他焦虑万分、悲不自胜,兵士们在用餐之际纷纷跃起,手持火把四处疾走,许多人奔向艾米利乌斯的营帐,许多人则在栅垒前沿的阵亡尸骸中搜寻。
κατήφεια δὲ τὸ στρατόπεδον καὶ κραυγὴ τὸ πεδίον κατεῖχεν ἀνακαλουμένων τὸν Σκηπίωνα.3 πᾶσι γὰρ ἀγαστὸς ἦν εὐθὺς ἐξ ἀρχῆς, πρὸς ἡγεμονίαν καὶ πολιτείαν ὡς ἄλλος οὐδεὶς τῶν συγγενῶν κεκραμένος τὸ ἦθος.
营盘被沮丧所笼罩,平原上回荡着呼唤西庇阿的呐喊。因为他从一开始便深得众人敬重,其品性在适于统帅与政事的调和上无任何亲属能及。
ὀψὲ δʼ οὖν ἤδη σχεδὸν ἀπεγνωσμένος ἐκ τῆς διώξεως προσῄει μετὰ δύο ἢ τριῶν ἑταίρων, αἵματος καὶ φόνου πολεμίων ἀνάπλεως, ὥσπερ σκύλαξ γενναῖος, ὑφʼ ἡδονῆς ἀκρατῶς τῇ νίκῃ συνεξενεχθείς.
然而到了深夜,在人们几乎已经绝望之际,他带着两三名同伴自追击中归来,浑身沾满了敌人的鲜血与杀戮之迹,宛如一条良种猎犬,因沉醉于胜利之乐而难以自制地狂奔直前。
οὗτός ἐστι Σκηπίων ὁ τοῖς ἱκνουμένοις χρόνοις Καρχηδόνα καὶ Νομαντίαν κατασκάψας καὶ πολὺ πρῶτος ἀρετῇ τῶν τότε Ῥωμαίων γενόμενος καὶ δυνηθεὶς μέγιστον.
此人便是日后将迦太基与努曼提亚夷为平地、在美德上远冠当时罗马人且权势至极的西庇阿。
Αἰμιλίῳ μὲν οὖν τὴν τοῦ κατορθώματος νέμεσιν εἰς ἕτερον ἡ τύχη καιρὸν ὑπερβαλλομένη τότε παντελῆ τὴν ἡδονὴν ἀπεδίδου τῆς νίκης.
于是命运将针对艾米利乌斯这场殊功的报复推迟至他时,在此时赋予了他对胜利纯然无缺的喜悦。
- 22.4θυμοειδῆ δὲ καὶ φιλότιμον ὄντα τὴν ψυχήν, ἔτι δʼ ἀντίπαιδα τὴν ἡλικίαν
τὴν ψυχήν(在心灵上)与 τὴν ἡλικίαν(在年龄上)皆为限制或范畴宾格(希腊式宾格),分别用以限定其前面的形容词(θυμοειδῆ καὶ φιλότιμον 与 ἀντίπαιδα)在何种层面上成立。
- 22.5μεταξὺ δειπνοῦντες
副词 μεταξύ 与现在分词 δειπνοῦντες 连用,构成表示“在……之中”的时间习惯句式(“正用餐之际”)。这一表达突显了主句动词 ἀνεπήδων καὶ διέθεον(跳起并四处奔走)之突发性。
- 22.6ἀνακαλουμένων τὸν Σκηπίωνα
此为属格独立结构,其逻辑主语(士兵或搜寻者)省略,仅以分词复数 ἀνακαλουμένων(“呼唤着西庇阿之时”)出现。它补充说明了前文 κραυγὴ τὸ πεδίον κατεῖχεν(“喊声充斥平原”)的具体情状与动作背景。
