- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:21.1-21.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图之子马尔库斯为寻回失落的佩剑率众浴血奋战,马其顿三千精兵全军覆没,罗马人取得决定性胜利并记录了伤亡人数。
κατὰ τούτους δὲ μέγας ἦν ἀγών, ἔνθα δὴ καὶ Μᾶρκος ὁ Κάτωνος υἱός, Αἰμιλίου δὲ γαμβρός, πᾶσαν ἀλκὴν ἐπιδεικνύμενος ἀπέβαλε τὸ ξίφος.
在这些敌人周围展开了殊死搏杀,正是在这里,加图之子、埃米利乌斯的女婿马尔库斯在竭力展现武勇之际遗失了自己的佩剑。
οἷα δὲ νεανίας ἐντεθραμμένος πλείστοις παιδεύμασι καὶ μεγάλῳ πατρὶ μεγάλης ἀρετῆς ἀποδείξεις ὀφείλων, οὐ βιωτὸν ἡγησάμενος εἶναι προεμένῳ σκῦλον αὑτοῦ ζῶντος τοῖς πολεμίοις1 ἐπέδραμε τὴν μάχην, εἴ τινά που φίλον καὶ συνήθη κατίδοι,2 φράζων τὸ συμπεσὸν αὐτῷ καὶ δεόμενος βοηθεῖν, οἱ δὲ πολλοὶ καὶ ἀγαθοὶ γενόμενοι καὶ διασχόντες ὁρμῇ μιᾷ τοὺς ἄλλους, περὶ αὐτὸν ὑφηγούμενον ἐμβάλλουσι τοῖς ἐναντίοις.
他作为一名受过极良好教养的青年,负有向伟大的父亲展示伟大德行的义务,认为若将活着的自身的战利品拱手让予敌人便不配存活于世,于是在战场上四处奔走,每逢见到朋友或熟人,便告知自身遭遇并请求协助。众人遂大批集结且英勇奋发,以同一股冲势冲开其余军伍,簇拥在前方领路的马尔库斯周围冲向敌阵。
μεγάλῳ δʼ ἀγῶνι καὶ φόνῳ πολλῷ καὶ τραύμασιν ὤσαντες ἐκ χώρας καὶ τόπον ἔρημον καὶ γυμνὸν κατασχόντες ἐπὶ ζήτησιν ἐτράποντο τοῦ ξίφους.
历经激烈搏杀、大量杀戮与创伤之后,他们将敌人赶出原地,占据了一片空旷开阔之地,随即开始寻找那把佩剑。
ὡς δὲ μόλις ἐν πολλοῖς ὅπλοις καὶ πτώμασι νεκρῶν κεκρυμμένον ἀνευρέθη, περιχαρεῖς γενόμενοι καὶ παιανίσαντες ἔτι λαμπρότερον ἐνέκειντο τοῖς συνεστῶσιν ἔτι τῶν πολεμίων.
好不容易在重重兵刃与尸堆中找到了被掩埋的佩剑,他们欢喜若狂,高唱凯歌,更为凌厉地猛攻依然顽抗的敌军残部。
καὶ τέλος οἱ τρισχίλιοι λογάδες ἐν τάξει μένοντες καὶ μαχόμενοι κατεκόπησαν ἅπαντες· τῶν δʼ ἄλλων φευγόντων πολὺς ἦν ὁ φόνος, ὥστε τὸ μὲν πεδίον καὶ τὴν ὑπώρειαν καταπεπλῆσθαι νεκρῶν, τοῦ δὲ Λεύκου ποταμοῦ τὸ ῥεῦμα τοὺς Ῥωμαίους τῇ μετὰ τὴν μάχην ἡμέρᾳ διελθεῖν ἔτι μεμιγμένον αἵματι.3
最终,坚持列阵奋战的三千精选兵全数阵亡;其余众人溃逃之时,屠杀亦极惨烈,以致平原与山麓皆塞满了尸骸,罗马人在战后翌日渡河之时,琉科斯河的流水仍夹杂着血色。
λέγονται γὰρ ὑπὲρ δισμυρίους πεντακισχιλίους ἀποθανεῖν. τῶν δὲ Ῥωμαίων ἔπεσον, ὡς μὲν Ποσειδώνιός φησιν, ἑκατόν, ὡς δὲ Νασικᾶς, ὀγδοήκοντα.
据说敌军战死者达两万五千人以上。至于罗马人阵亡者,按波塞多尼乌斯的说法为一百人,按纳西卡的说法为八十人。
- 21.2οὐ βιωτὸν ἡγησάμενος εἶναι προεμένῳ σκῦλον αὑτοῦ ζῶντος τοῖς πολεμίοις
与格分词 προεμένῳ 用作由非人称形容词结构 οὐ βιωτὸν εἶναι(对……而言不值得活下去)所支配的关涉与格。属格短语 αὑτοῦ ζῶντος(自己活着时)则修饰名词 σκῦλον(战利品),意为“活着时的自己被敌方夺得的战利品”。
- 21.2εἴ τινά που φίλον καὶ συνήθη κατίδοι
此处为表示过去反复行为的反复祈愿语气(iterative optative)。它与主句的过去时动词 ἐπέδραμε(四处奔跑)以及未完成相分词 φράζων、δεόμενος(告知、请求)相呼应,表示“每当他看见朋友时”。
- 21.6ὥστε τὸ μὲν πεδίον καὶ τὴν ὑπώρειαν καταπεπλῆσθαι νεκρῶν, τοῦ δὲ Λεύκου ποταμοῦ τὸ ῥεῦμα τοὺς Ῥωμαίους τῇ μετὰ τὴν μάχην ἡμέρᾳ διελθεῖν ἔτι μεμιγμένον αἵματι.
表示结果的连词 ὥστε 引出两个并列的“对格加不定词”(A.c.I.)结构。第一分句中,τὸ πεδίον καὶ τὴν ὑπώρειαν(平原与山麓)为对格主语,受完备态被动不定词 καταπεπλῆσθαι(被填满,支配表充满的属格 νεκρῶν)支配;第二分句中,τοὺς Ῥωμαίους(罗马人)为不定词 διελθεῖν(渡过)的对格主语,宾语 τὸ ῥεῦμα(水流)后附有作谓语性修饰的被动分词 μεμιγμένον(与鲜血混合)。
