- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:20.1-20.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
佩利格尼部队拼死冲击马其顿方阵被击退,罗马军一度后撤;埃米利乌斯敏锐察觉对方阵线拉长所产生的间隙,遂命各分队穿插破阵,击溃了方阵。
τῶν δὲ Ῥωμαίων, ὡς ἀντέστησαν τῇ φάλαγγι, μὴ δυναμένων βιάζεσθαι, Σάλουιος ὁ τῶν Πελιγνῶν ἡγούμενος ἁρπάσας τὸ σημεῖον τῶν ὑφʼ αὑτὸν εἰς τοὺς πολεμίους ἔρριψε.
罗马人虽与方阵相对峙,却无法强行突破,佩利格尼人的指挥官萨尔维乌斯遂夺过部属的军旗,将其掷入敌阵之中。
τῶν δὲ Πελιγνῶν (οὐ γάρ ἐστιν Ἰταλοῖς θεμιτὸν οὐδʼ ὅσιον ἐγκαταλιπεῖν σημεῖον) ἐπιδραμόντων πρὸς ἐκεῖνον τὸν τόπον ἔργα δεινὰ καὶ πάθη παρʼ ἀμφοτέρων ἀπήντα συμπεσόντων.
佩利格尼人(因为对意大利人而言,弃置军旗既违背法度亦触犯神意)向那一处冲去,双方相撞,凶险的搏杀与惨烈的苦难便同时降临于彼此。
οἱ μὲν γὰρ ἐκκρούειν τε τοῖς ξίφεσι τὰς σαρίσας ἐπειρῶντο καὶ πιέζειν τοῖς θυρεοῖς καὶ ταῖς χερσὶν αὐταῖς ἀντιλαμβανόμενοι παραφέρειν, οἱ δὲ τὴν προβολὴν κρατυνάμενοι διʼ ἀμφοτέρων1 καὶ τοὺς προσπίπτοντας αὐτοῖς ὅπλοις2 διελαύνοντες, οὔτε θυρεοῦ στέγοντος οὔτε θώρακος τὴν βίαν τῆς σαρίσης, ἀνερρίπτουν ὑπὲρ κεφαλὴν τὰ σώματα τῶν Πελιγνῶν καὶ Μαρρουκινῶν, κατʼ οὐδένα λογισμὸν, ἀλλὰ θυμῷ θηριώδει, πρὸς ἐναντίας πληγὰς καὶ προὖπτον ὠθουμένων θάνατον.
因为一方试图用剑击落长矛,用盾牌挤压,甚至用双手直接抓握将长矛偏引开来,而另一方则用双手牢牢握持突前的长矛,将迎面扑来之人连同甲胄一并刺穿——无论是盾牌还是胸甲都无法阻挡长矛的威力——将佩利格尼人与马鲁基尼人的尸体挑起并抛过头顶,那些人毫无理智,仅凭兽性的愤怒,扑向正面的重击与显而易见的死亡。
οὕτω δὲ τῶν προμάχων διαφθαρέντων ἀνεκόπησαν οἱ κατόπιν αὐτῶν ἐπιτεταγμένοι· καὶ φυγὴ μὲν οὐκ ἦν, ἀναχώρησις δὲ πρὸς ὄρος τὸ καλούμενον Ὀλόκρον, ὥστε καὶ τὸν Αἰμίλιον ἰδόντα φησὶν ὁ Ποσειδώνιος καταρρήξασθαι τὸν χιτῶνα, τούτων μὲν ἐνδιδόντων, τῶν δʼ ἄλλων Ῥωμαίων διατρεπομένων τὴν φάλαγγα προσβολὴν οὐκ ἔχουσαν, ἀλλʼ ὥσπερ χαρακώματι τῷ πυκνώματι τῶν σαρισῶν ὑπαντιάζουσαν πάντοθεν ἀπρόσμαχον.
当前锋如此覆灭时,列于其后的部队被迫退缩;这虽非溃逃,却是向被称为奥洛克鲁斯之山岭的退却,以致波塞多尼乌斯说,埃米利乌斯见此情景亦撕裂了自己的外衣,因为这些人正在败退,而其余的罗马人亦对无从下手的方阵望而生畏——方阵如同一道由密集的长矛筑成的防御工事,从各个方向迎战皆难以攻克。
ἐπεὶ δὲ τῶν τε χωρίων ἀνωμάλων ὄντων, καὶ διὰ τὸ μῆκος τῆς παρατάξεως οὐ φυλαττούσης ἀραρότα τὸν συνασπισμόν, κατεῖδε τὴν φάλαγγα τῶν Μακεδόνων κλάσεις τε πολλὰς καὶ διασπάσματα λαμβάνουσαν, ὡς εἰκὸς ἐν μεγάλοις στρατοῖς καὶ ποικίλαις ὁρμαῖς τῶν μαχομένων, τοῖς μὲν ἐκθλιβομένην μέρεσι, τοῖς δὲ προπίπτουσαν, ἐπιὼν ὀξέως καὶ διαιρῶν τὰς σπείρας ἐκέλευεν εἰς τὰ διαλείμματα καὶ κενώματα τῆς τῶν πολεμίων τάξεως παρεμπίπτοντας καὶ συμπλεκομένους μὴ μίαν πρὸς ἅπαντας, ἀλλὰ πολλὰς καὶ μεμιγμένας κατά μέρος τὰς μάχας τίθεσθαι.
然而,由于地形崎岖不平,且由于战线过长未能保持紧密严整的合盾阵势,埃米利乌斯察觉到马其顿方阵出现了多处破裂与断隙——这在大军团作战及交战者各种不同的冲势中是常有之事——部分受挤压内缩,部分向前凸出,于是他迅速上前,分遣各个步兵中队,命令他们插入敌阵的空隙与断层之中与之纠缠,不要全军进行一场混战,而是分头展开多处局部的分散交锋。
ταῦτα τοῦ μὲν Αἰμιλίου τοὺς ἡγεμόνας, τῶν δʼ ἡγεμόνων τοὺς στρατιώτας διδασκόντων,3 ὡς πρῶτον ὑπέδυσαν καὶ διέσχον εἴσω τῶν ὅπλων, τοῖς μὲν ἐκ πλαγίου κατὰ γυμνὰ προσφερόμενοι, τοὺς δὲ ταῖς περιδρομαῖς ἀπολαμβάνοντες, ἡ μὲν ἰσχὺς καὶ τὸ κοινὸν ἔργον εὐθὺς ἀπωλώλει τῆς φάλαγγος ἀναρρηγνυμένης, ἐν δὲ ταῖς καθʼ ἕνα καὶ κατʼ ὀλίγους συστάσεσιν οἱ Μακεδόνες μικροῖς μὲν ἐγχειριδίοις στερεοὺς καὶ ποδήρεις θυρεοὺς νύσσοντες, ἐλαφροῖς δὲ πελταρίοις πρὸς τὰς ἐκείνων μαχαίρας ὑπὸ βάρους καὶ καταφορᾶς διὰ παντὸς ὅπλου χωρούσας ἐπὶ τὰ σώματα, κακῶς ἀντέχοντες ἐτράποντο,
埃米利乌斯将这些要领教给军官,军官又传达给士兵,他们一俯身穿入长矛的防线之内,从侧翼袭击敌人不设防之处,并通过迂回包抄切断其余之人的退路,方阵一旦被撕裂,其原有的威力与合力协同作战的效能便立时瓦解;而在单兵与少数人的交锋中,马其顿人以短小的匕首刺向坚硬且垂及脚踝的长盾,以轻便的轻盾对抗罗马人的利剑——那利剑凭其沉重与劈砍的势头穿透所有护甲直入肉体——马其顿人难以支撑,终于溃败。
- 20.4διʼ ἀμφοτέρων
介词 διά 与属格 ἀμφοτέρων(隐含“双手”)搭配,意为“用双手”,描述马其顿方阵兵双手紧握并挺立突前的长矛。
- 20.4αὐτοῖς ὅπλοις
由代词 αὐτός 与名词与格构成的伴随与格,表示“连同其武器盔甲一起”、“盔甲无遗地”刺穿。
- 20.9ταῦτα τοῦ μὲν Αἰμιλίου τοὺς ἡγεμόνας, τῶν δʼ ἡγεμόνων τοὺς στρατιώτας διδασκόντων
这是一个由 μέν...δέ 连接的独立属格结构,动词 διδάσκω 支配双宾格(指代教授内容的 ταῦτα 与教授对象的 τοὺς ἡγεμόνας 及 τοὺς στρατιώτας),两个属格主语 Αἰμιλίου 与 τῶν ἡγεμόνων 共享分词 διδασκόντων。
