← 普鲁塔克

埃米利乌斯·保卢斯传

§19.1-19.10

埃米利乌斯督战与珀尔修斯离阵的不同记述

埃米利乌斯目睹马其顿方阵的骇人声势并巡阵鼓舞士气,而对于珀尔修斯国王退离战场的缘由,文中对比了波利比乌斯的怯战说与波塞多尼乌斯的战前伤腿辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

γιγνομένης δὲ τῆς ἐφόδου παρῆν ὁ Αἰμίλιος, καὶ κατελάμβανεν ἤδη τοὺς ἐν τοῖς ἀγήμασι Μακεδόνας ἄκρας τάς σαρίσας προσερηρεικότας τοῖς θυρεοῖς τῶν Ῥωμαίων καὶ μὴ προσιεμένους εἰς ἐφικτὸν αὐτῶν τάς μαχαίρας.

当进攻发生之时,埃米利乌斯在场,并已见马其顿精锐部队将长矛的尖端顶在罗马人的盾牌上,不让他们的短剑进入可及的攻击距离。

§19.2

ἐπεὶ δὲ καὶ τῶν ἄλλων Μακεδόνων τάς τε πέλτας ἐξ ὤμου περισπασάντων καὶ ταῖς σαρίσαις ἀφʼ ἑνὸς συνθήματος κλιθείσαις ὑποστάντων τοὺς θυρεοφόρους εἶδε1 τήν τε ῥώμην τοῦ συνασπισμοῦ καὶ τήν τραχύτητα τῆς προβολῆς, ἔκπληξις αὐτὸν ἔσχε καὶ δέος, ὡς οὐδὲν ἰδόντα πώποτε θέαμα φοβερώτερον·2 καὶ πολλάκις ὕστερον ἐμέμνητο τοῦ πάθους ἐκείνου καὶ τῆς ὄψεως.

当他又看到其余的马其顿人亦将皮盾从肩部回转至胸前,并且在一声令下倾斜长矛迎击持盾兵,目睹其合盾成壁的坚强与突前矛阵的凶险时,惊骇与畏惧攫住了他,仿佛他平生从未见过更为可怖的景象;在此后,他也常常忆起当时的那种震动与景象。

§19.3

τότε δὲ πρὸς τοὺς μαχομένους ἐπιδεικνύμενος ἵλεω καὶ φαιδρὸν ἑαυτόν ἄνευ κράνους καὶ θώρακος ἵππῳ παρήλαυνεν.

然而在当时,他向奋战的将士们展现出温和而容光焕发的面容,不戴头盔亦未穿铠甲,策马在阵列间巡驰。

§19.4

ὁ δὲ τῶν Μακεδόνων βασιλεύς, ὥς φησι Πολύβιος, τῆς μάχης ἀρχὴν λαμβανούσης ἀποδειλιάσας εἰς πόλιν ἀφιππάσατο, σκηψάμενος Ἡρακλεῖ θύειν, δειλὰ παρὰ δειλῶν ἱερὰ μὴ δεχομένῳ μηδʼ εὐχὰς ἀθεμίτους ἐπιτελοῦντι.

至于马其顿国王,如波利比乌斯所言,在战斗开始之际怯懦地策马逃往城中,托词要向赫拉克勒斯献祭——而赫拉克勒斯既不接受懦夫献上的怯懦祭品,亦不会实现不正当的祈求。

§19.5

θεμιτὸν γὰρ οὐκ ἔστιν οὔτε τόν μὴ βάλλοντα κατευστοχεῖν οὔτε τόν μὴ μένοντα κρατεῖν οὔθʼ ὅλως τόν ἄπρακτον εὐπραγεῖν οὔτε τόν κακὸν εὐδαιμονεῖν.

因为不投掷者射中目标,不坚守者获胜,概言之无所作为者取得成功,或邪恶者享有幸福,皆非天理所在。

§19.6

ἀλλὰ ταῖς Αἰμιλίου παρῆν εὐχαῖς ὁ θεός· εὔχετο γὰρ κράτος πολέμου καὶ νίκην δόρυ κρατῶν, καὶ μαχόμενος παρεκάλει σύμμαχον τόν θεόν.

然而神应允了埃米利乌斯的祈求;因为他手握长矛祈求战力与胜利,并且在奋战之时召唤神明作为同盟者。

§19.7

οὐ μὴν ἀλλὰ Ποσειδώνιός τις ἐν ἐκείνοις τοῖς χρόνοις καὶ ταῖς πράξεσι γεγονέναι λέγων, ἱστορίαν δὲ γεγραφὼς περὶ Περσέως ἐν πλείοσι βιβλίοις, φησὶν αὐτὸν οὐχ ὑπὸ δειλίας οὐδὲ τήν θυσίαν ποιησάμενον αἰτίαν ἀπελθεῖν, ἀλλὰ τῇ προτέρᾳ τῆς μάχης τυχεῖν λελακτισμένον ὑφʼ ἵππου τὸ σκέλος·3 ἐν δὲ τῇ μάχῃ, καίπερ ἔχοντα δυσχρήστως καὶ κωλυόμενον ὑπὸ τῶν φίλων, ἵππον αὑτῷ κελεῦσαι τῶν φορέων προσαγαγεῖν καὶ περιβάντα συμμῖξαι τοῖς ἐπὶ τῆς φάλαγγος ἀθωράκιστον· φερομένων δὲ παντοδαπῶν ἑκατέρωθεν βελῶν, παλτὸν ἐμπεσεῖν ὁλοσίδηρον αὐτῷ, καὶ τῇ μὲν ἀκμῇ μὴ θιγεῖν, ἀλλὰ πλάγιον παρὰ τήν ἀριστερὰν πλευρὰν παραδραμεῖν, ῥύμῃ δὲ τῆς παρόδου τόν τε χιτῶνα διακόψαι καὶ τήν σάρκα φοινίξαι τυφλῷ μώλωπι, πολὺν χρόνον διαφυλάξαντι τόν τύπον.

不过,有一位自称生活在那个时代并参与了那些事件、且写有数卷关于珀尔修斯历史的波塞多尼乌斯却说,他并非出于怯懦离开,亦非以祭祀为借口,而是在战前一日恰好腿部被马踢伤;并且在战斗中,尽管行动不便且受到友人的阻拦,他仍下令给自己牵来一匹驮马,翻身上马,未着胸甲便投入到方阵队伍之中;而当双方各种飞掷武器漫天交织时,一支全铁标枪击中了他,虽然矛尖未曾刺入,却从左胁侧面掠过,借由划过的力道撕裂了外衣,在肉体上留下了没有破口的暗伤瘀血,其痕迹保留了很长时间。

§19.10

ταῦτα μὲν οὖν ὁ Ποσειδώνιος ὑπὲρ τοῦ Περσέως ἀπολογεῖται.

以上便是波塞多尼乌斯为珀尔修斯所作的辩护。

语法注3 条
  1. 19.2ἐπεὶ δὲ καὶ τῶν ἄλλων Μακεδόνων τάς τε πέλτας ἐξ ὤμου περισπασάντων καὶ ταῖς σαρίσαις ἀφʼ ἑνὸς συνθήματος κλιθείσαις ὑποστάντων τοὺς θυρεοφόρους εἶδε

    在由 ἐπεὶ ... εἶδε 引导的时间状语从句中,插入了属格独立结构(τῶν ἄλλων Μακεδόνων ... περισπασάντων καὶ ... ὑποστάντων)。从句谓语动词 εἶδε 的直接宾语是随后的宾格短语 τήν τε ῥώμην ... καὶ τήν τραχύτητα。属格分词结构置于从句动词之前,使连词 ἐπεί 与从句动词在语序上发生离隔。

  2. 19.2ὡς οὐδὲν ἰδόντα πώποτε θέαμα φοβερώτερον

    由连词 ὡς 引导的宾格分词 ἰδόντα 与主句的宾语代词 αὐτόν 保持一致。此处表达的并非客观事实,而是其主观心理感受:“仿佛他平生从未见过更为可怕的景象”。

  3. 19.7τυχεῖν λελακτισμένον ὑφʼ ἵππου τὸ σκέλος

    在间接引语中,这是 τυγχάνω 搭配完成时被动态分词的惯用句型(τυχεῖν λελακτισμένον,意为“恰好被踢中”)。其后的 τὸ σκέλος 是表示关系的宾格(或称指定宾格/视点宾格),用以指明被动动作所及的具体身体部位(“在腿部”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:19.1-19.10