← 普鲁塔克

埃米利乌斯·保卢斯传

§18.1-18.9

交战的爆发与马其顿方阵的威势

由巧计或偶然引发的前哨战升级为全线会战,并通过纳西卡的视角描绘了色雷斯人、雇佣军、马其顿精锐卫队以及铜盾兵方阵令人震慑的逼进步态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

περὶ δὲ δείλην οἱ μὲν αὐτοῦ φασι τοῦ Αἰμιλίου τεχνάζοντος ἐκ τῶν πολεμίων γενέσθαι τὴν ἐπιχείρησιν, ἀχάλινον ἵππον ἐξελάσαντας ἐμβαλεῖν αὐτοῖς τοὺς Ῥωμαίους,1 καὶ τοῦτον ἀρχὴν μάχης διωκόμενον παρασχεῖν·

傍晚时分,有人说,这是埃米利乌斯本人施展计谋,意欲让进攻从敌方发起,于是罗马人驱赶出一匹未加笼头的奔马冲入敌阵,对这匹马的追逐便引发了战端。

§18.2

οἱ δὲ Ῥωμαϊκῶν ὑποζυγίων χορτάσματα παρακομιζόντων ἅπτεσθαι Θρᾷκας, ὧν Ἀλέξανδρος ἡγεῖτο, πρὸς δὲ τούτους ἐκδρομὴν ὀξεῖαν ἑπτακοσίων Λιγύων γενέσθαι· παραβοηθούντων δὲ πλειόνων ἑκατέροις οὕτω συνάπτεσθαι τὴν μάχην ἀμφοτέρων.

另有人说,正当罗马人的驮兽运送草料时,亚历山大所率领的色雷斯人前去袭击,而针对他们,七百名利古里亚人进行了敏捷的突击;随着双方越来越多的人前来支援,两军便这般交战起来。

§18.3

ὁ μὲν οὖν Αἰμίλιος ὥσπερ κυβερνήτης τῷ παρόντι σάλῳ καὶ κινήματι τῶν στρατοπέδων τεκμαιρόμενος τὸ μέγεθος τοῦ μέλλοντος ἀγῶνος, ἐκ τῆς σκηνῆς προῆλθε καὶ τὰ τάγματα τῶν ὁπλιτῶν ἐπιὼν παρεθάρρυνεν, ὁ δὲ Νασικᾶς ἐξιππασάμενος πρὸς τοὺς ἀκροβολιζομένους ὁρᾷ πάντας ὅσον οὔπω2 τοὺς πολεμίους ἐν χερσὶν ὄντας.

于是埃米利乌斯犹如舵手一般,从军营当前的骚动与动静中推断出即将到来的大战规模,从营帐中走出,巡行于各重装步兵大队之间鼓舞士气;而纳西卡策马奔向发生前哨战的兵士,只见敌军全军几乎已在咫尺之间。

§18.5

πρῶτοι δʼ οἱ Θρᾷκες ἐχώρουν, ὧν μάλιστά φησιν ἐκπλαγῆναι τὴν ὄψιν,3 ἄνδρες ὑψηλοὶ τὰ σώματα, λευκῷ καὶ περιλάμποντι θυρεῶν καὶ περικνημίδων ὁπλισμῷ μέλανας ὑπενδεδυμένοι χιτῶνας, ὀρθὰς δὲ ῥομφαίας βαρυσιδήρους ἀπὸ τῶν δεξιῶν ὤμων ἐπισείοντες.

最先推进的是色雷斯人,他说色雷斯人的容貌最令他胆寒:他们身躯高大,在白色耀目的盾牌与胫甲护具之下内衬着黑色外衣,从右肩上方挥舞着沉重铁刃的笔直大剑。

§18.6

παρὰ δὲ τοὺς Θρᾷκας οἱ μισθοφόροι παρενέβαλλον, ὧν σκευαί τε παντοδαπαὶ, καὶ μεμιγμένοι Παίονες ἦσαν· ἐπὶ δὲ τούτοις ἄγημα τρίτον οἱ λογάδες, αὐτῶν Μακεδόνων ἀρετῇ καὶ ἡλικίᾳ τὸ καθαρώτατον, ἀστράπτοντες ἐπιχρύσοις ὅπλοις καὶ νεουργοῖς φοινικίσιν.

在色雷斯人身旁列队的是雇佣兵,他们的装备各式各样,其中还混杂着培奥尼亚人;紧随其后作为第三队的是精锐选锋,在勇武和年纪上堪称马其顿人自身最为纯粹之精华,在镀金武器和崭新猩红斗篷的映衬下闪耀夺目。

§18.8

οἷς καθισταμένοις εἰς τάξιν4 αἱ τῶν χαλκασπίδων ἐπανατέλλουσαι φάλαγγες ἐκ τοῦ χάρακος ἐνέπλησαν αὐγῆς σιδήρου καὶ λαμπηδόνος χαλκοῦ τὸ πεδίον, κραυγῆς δὲ καὶ θορύβου παρακελευομένων τὴν ὀρεινήν.

当他们正在列阵之时,铜盾兵的方阵从营垒中涌现而出,使平原充斥着铁器的光芒与青铜的闪烁,并以互相策励的呼喊与喧哗充塞着山丘。

§18.9

οὕτω δὲ θρασέως καὶ μετὰ τάχους ἐπῄεσαν ὥστε τοὺς πρώτους νεκροὺς ἀπὸ δυεῖν σταδίων τοῦ Ῥωμαϊκοῦ χάρακος καταπεσεῖν.

他们推进得如此凶猛而迅速,以至于第一批阵亡者倒下的地点距离罗马人的营垒仅仅两斯塔德。

语法注4 条
  1. 18.1τεχνάζοντος ἐκ τῶν πολεμίων γενέσθαι τὴν ἐπιχείρησιν, ἀχάλινον ἵππον ἐξελάσαντας ἐμβαλεῖν αὐτοῖς τοὺς Ῥωμαίους

    由句首 φασί 所统辖的带不定式结构中,主语为 τοὺς Ῥωμαίους,不定式为 ἐμβαλεῖν。前面插入了属格绝对结构 αὐτοῦ τοῦ Αἰμιλίου τεχνάζοντος;分词 ἐξελάσαντας 为宾格复数,与不定式的逻辑主语 τοὺς Ῥωμαίους 一致。紧跟在 τεχνάζοντος 后的不定式 γενέσθαι 作其宾语(“设法使攻击来自敌方”)。

  2. 18.4ὅσον οὔπω

    意为“几乎”、“指日/转瞬之间”(字面义“正如尚未……”)的成语性副词短语。此处修饰分词短语 ἐν χερσὶν ὄντας(“进入肉搏战”),形象地表明敌军已迫近至瞬息之间即交手的极近距离。

  3. 18.5ὧν μάλιστά φησιν ἐκπλαγῆναι τὴν ὄψιν

    限定动词 φησιν 的主语是前文骑马前出的纳西卡(反映出普鲁塔克引用了纳西卡本人的著述)。被动不定式 ἐκπλαγῆναι 在间接引语中指纳西卡自身(“他说自己深感震惊”),关系代词 ὧν 指先行词 οἱ Θρᾷκες,而 τὴν ὄψιν 则是表示范围的“关系宾格”(“在容貌/外表方面”)。

  4. 18.8οἷς καθισταμένοις εἰς τάξιν

    表示时间或伴随状况的与格结构(参考与格/情状与格)。关系代词 οἷς 指代前文的第三队精锐(οἱ λογάδες),与分词 καθισταμένοις 构成“正当这些人正在布阵之时”,表示与主句谓语动词 ἐνέπλησαν 同步发生的情状。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:18.1-18.9