← 普鲁塔克

埃米利乌斯·保卢斯传

§17.1-17.13

决战的推迟与月食之夜的祈祭

埃米利乌斯与部下会师后见敌势浩大,未贸然交战而是安营扎寨;当夜发生月食引发两军截然不同的反应,次日埃米利乌斯完成祭神占卜后从容待机。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

ὁ δʼ Αἰμίλιος, ὡς εἰς ταὐτὸν συνέμιξε τῷ Νασικᾷ, κατέβαινε συντεταγμένος ἐπὶ τοὺς πολεμίους.

埃米利乌斯与纳西卡会师后,便整队向敌军进发。

§17.2

ὡς δʼ εἶδε τὴν παράταξιν αὐτῶν καὶ τὸ πλῆθος, θαυμάσας ἐπέστησε τὴν πορείαν, αὐτός τι πρὸς ἑαυτὸν συλλογιζόμενος.

但他一见到敌军的阵列与庞大人数,不禁惊叹而止住了行军,心中独自思量。

§17.3

οἱ δʼ ἡγεμονικοὶ νεανίσκοι προθυμούμενοι μάχεσθαι παρελαύνοντες ἐδέοντο μὴ μέλλειν, καὶ μάλιστα πάντων ὁ Νασικᾶς τῇ περὶ τὸν Ὄλυμπον εὐτυχίᾳ τεθαρρηκώς.

那些热切求战的年轻将官们纷纷策马向前,恳请他莫要迁延,尤其是纳西卡,因在奥林匹斯山一带得手而胆气倍增。

§17.4

ὁ δʼ Αἰμίλιος, μειδιάσας, εἴ γε τὴν σὴν, εἶπεν, ἡλικίαν εἶχον1 αἱ δὲ πολλαί με νῖκαι διδάσκουσαι τὰ τῶν ἡττωμένων ἁμαρτήματα, κωλύουσιν ἐξ ὁδοῦ μάχην τίθεσθαι πρὸς φάλαγγα συντεταγμένην ἤδη καὶ συνεστῶσαν.

埃米利乌斯微笑着说: “要是我有你这般年纪倒好了;但我多次的胜利让我汲取了败者的教训,阻止我在刚下行军之后就去同已经布好阵列、稳立不动的方阵交锋。”

§17.5

ἐκ τούτου τὰ μὲν πρῶτα καὶ καταφανῆ πρὸς τοὺς πολεμίους ἐκέλευσεν εἰς σπείρας καθιστάμενα ποιεῖν σχῆμα παρατάξεως, τοὺς δʼ ἀπʼ οὐρᾶς στραφέντας ἐν χώρᾳ χάρακα βαλέσθαι καὶ στρατοπεδεύειν.

于是,他命令面朝敌军的最前端部队组成中队,摆出迎战阵势,而让后尾部队原地转身挖掘壕堑、筑垒立营。

§17.6

οὕτω δὲ τῶν συνεχῶν τοῖς τελευταίοις καθʼ ὑπαγωγὴν ἐξελιττομένων ἔλαθε τὴν παράταξιν ἀναλύσας2 καὶ καταστήσας ἀθορύβως εἰς τὸν χάρακα πάντας.

就这样,随着与后卫相连的部队逐步后撤展开,他在神不知鬼不觉之中解除了战斗队形,毫无骚乱地将全军撤入营垒之中。

§17.7

ἐπεὶ δὲ νὺξ γεγόνει καὶ μετὰ δεῖπνον ἐτράποντο πρὸς ὕπνον καὶ ἀνάπαυσιν, αἰφνίδιον ἡ σελήνη πλήρης οὖσα καὶ μετέωρος ἐμελαίνετο καὶ τοῦ φωτὸς ἀπολιπόντος αὐτὴν χρόας ἀμείψασα παντοδαπὰς ἠφανίσθη.

到了夜晚,晚餐之后士卒们正入睡休息之际,正值满月且高悬空中的月亮突然变暗,在光芒消退的过程中变幻出各种色泽,随即隐没不见。

§17.8

τῶν δὲ Ῥωμαίων, ὥσπερ ἐστὶ νενομισμένον, χαλκοῦ τε πατάγοις ἀνακαλουμένων τὸ φῶς αὐτῆς καὶ πυρὰ πολλὰ δαλοῖς καὶ δᾳσὶν ἀνεχόντων πρὸς τὸν οὐρανόν, οὐδὲν ὅμοιον ἔπραττον οἱ Μακεδόνες, ἀλλὰ φρίκη καὶ θάμβος τὸ στρατόπεδον κατεῖχε καὶ λόγος ἡσυχῇ διὰ πολλῶν ἐχώρει, βασιλέως τὸ φάσμα σημαίνειν ἔκλειψιν.3

罗马人按照习俗,敲击青铜器皿以召回月光,并高举火把与火炭向天照耀;马其顿人却绝无这般举动,反而是惊骇与战栗笼罩全营,众人暗中窃窃私议,认为这一异象预示着国王的衰亡。

§17.9

ὁ δʼ Αἰμίλιος οὐκ ἦν μὲν ἀνήκοος οὐδʼ ἄπειρος παντάπασι τῶν ἐκλειπτικῶν ἀνωμαλιῶν, αἳ τὴν σελήνην περιφερομένην εἰς τὸ σκίασμα τῆς γῆς ἐμβάλλουσι τεταγμέναις περιόδοις καὶ ἀποκρύπτουσιν, ἄχρι οὗ παρελθοῦσα τὴν ἐπισκοτουμένην χώραν πάλιν ἐπιλάμψῃ πρὸς τὸν ἥλιον· οὐ μὴν ἀλλὰ τῷ θείῳ πολὺ νέμων καὶ φιλοθύτης ὢν καὶ μαντικός, ὡς εἶδε πρῶτον τὴν σελήνην ἀποκαθαιρομένην, ἕνδεκα μόσχους αὐτῇ κατέθυσεν.

埃米利乌斯对于月食的异常现象并非毫无听闻或一无所知,他知晓运转中的月球是按固定周期没入地影而被遮蔽,直至越过阴影区域后再次承受日光照射;然而,他素来极其敬畏神明,喜好祭祀与占卜,一见月亮初复清辉,便为之献祭了十一头小母牛。

§17.11

ἅμα δʼ ἡμέρᾳ τῷ Ἡρακλεῖ βουθυτῶν οὐκ ἐκαλλιέρει μέχρις εἴκοσι· τῷ δὲ πρώτῳ καὶ εἰκοστῷ παρῆν τὰ σημεῖα καὶ νίκην ἀμυνομένοις ἔφραζεν.4

黎明破晓时,他又向赫拉克勒斯杀牛献祭,直到第二十头都未能获得吉兆;但至第二十一头时吉兆方现,预示着取守势者将获全胜。

§17.12

εὐξάμενος οὖν κατὰ βοῶν ἑκατὸν5 καὶ ἀγῶνος ἱεροῦ τῷ θεῷ, προσέταξε διακοσμεῖν τοῖς ἡγεμόσι τὸν στρατὸν εἰς μάχην· αὐτός δὲ τὴν ἀπόκλισιν καὶ περιφορὰν ἀναμένων τοῦ φωτός, ὅπως μὴ κατὰ προσώπου μαχομένοις αὐτοῖς ἕωθεν ἥλιος ἀντιλάμποι, παρῆγε τὸν χρόνον ἐν τῇ σκηνῇ καθεζόμενος ἀναπεπταμένῃ πρὸς τὸ πεδίον καὶ τὴν στρατοπεδείαν τῶν πολεμίων.

于是他向该神许愿献祭百头公牛并举办圣赛,随即吩咐诸将布置大军列阵迎敌;他自己则等候日光的倾斜与西移,以免清晨的太阳正对着己方士卒的面门直射,便端坐在面朝平原及敌军营垒敞开的帐篷内消磨时光。

语法注5 条
  1. 17.4εἴ γε τὴν σὴν, εἶπεν, ἡλικίαν εἶχον

    虚拟语气的条件从句(εἰ 搭配未完成过去时直陈式),其结论从句(如 ἐμαχόμην ἄν“我便会出战”)被省略。随后的 αἱ δὲ πολλαί με νῖκαι... 构成转折,陈述现实中不可轻举妄动的理由。

  2. 17.6καθʼ ὑπαγωγὴν ἐξελιττομένων ἔλαθε τὴν παράταξιν ἀναλύσας

    前半部分的属格独立结构 τῶν συνεχῶν τοῖς τελευταίοις... ἐξελιττομένων 描绘了部队逐次向后展开撤退的战术动作;主句采用了 λανθάνω 搭配分词(ἔλαθε ... ἀναλύσας καὶ καταστήσας)的典型惯用结构,意为“在未被察觉的情况下解散了阵列并将全军收容”。

  3. 17.8βασιλέως τὸ φάσμα σημαίνειν ἔκλειψιν

    间接引语中的“宾格加不定式”结构,其中 τὸ φάσμα 为宾格主语,σημαίνειν 为不定式动词,ἔκλειψιν 为宾语。名词 ἔκλειψις 兼具天体“亏蚀(月食)”与王权“衰落、覆灭”的双关含义。

  4. 17.11νίκην ἀμυνομένοις ἔφραζεν

    现在分词与格 ἀμυνομένοις 在语境中带有条件含义(“若采取防守姿态的话”),限定了预兆的受惠对象,指明胜利将赐予坚守防卫而非主动出击的一方。

  5. 17.12εὐξάμενος οὖν κατὰ βοῶν ἑκατὸν

    动词 εὔχομαι 与介词 κατά 搭配属格,是表示许愿献祭内容的惯用句式(“许诺献上百头公牛作为祭品”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:17.1-17.13