- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:16.1-16.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
纳西卡穿越山道进军,珀尔修斯接逃兵报信后派兵阻击却遭击溃,被迫退至彼得那。在友人的鼓舞下,珀尔修斯决意迎战,并在兼具平原与丘陵的地形上布设阵地以迎战罗马军队。
ὁ μὲν οὖν Νασικᾶς ἐνταῦθα διενυκτέρευσε· τῷ δὲ Περσεῖ τὸν Αἰμίλιον ἀτρεμοῦντα κατὰ χώραν ὁρῶντι καὶ μὴ λογιζομένῳ τὸ γινόμενον ἀποδρὰς ἐκ τῆς ὁδοῦ Κρὴς αὐτόμολος ἧκε μηνύων τὴν περίοδον τῶν Ῥωμαίων.
纳西卡于是在那里过夜;而珀尔修斯见埃米利乌斯在原地按兵不动,完全未料想到正在发生的事,此时一名从行军途中脱逃的克里特逃兵赶来,向他告发了罗马人的迂回包抄。
ὁ δὲ συνταραχθείς τὸ μὲν στρατόπεδον οὐκ ἐκίνησε, μυρίους δὲ μισθοφόρους ξένους καὶ δισχιλίους Μακεδόνας Μίλωνι παραδοὺς ἐξαπέστειλε, παρακελευσάμενος ταχῦναι καὶ καταλαβεῖν τὰς ὑπερβολάς.
珀尔修斯惊惶失措,虽未移动大营,却将一万名外国雇佣军和两千名马其顿士兵交给米洛并派遣出去,严令他们加快行军,抢占隘口。
τούτοις ὁ μὲν Πολύβιός φησιν ἔτι κοιμωμένοις ἐπιπεσεῖν τοὺς Ῥωμαίους, ὁ δὲ Νασικᾶς ὀξὺν ἀγῶνα περὶ τοῖς ἄκροις γενέσθαι καὶ κίνδυνον, αὐτὸς δὲ1 Θρᾷκα μισθοφόρον εἰς χεῖρας συνδραμόντα τῷ ξυστῷ διὰ τοῦ στήθους πατάξας καταβαλεῖν, ἐκβιασθέντων δὲ τῶν πολεμίων, καὶ τοῦ Μίλωνος αἴσχιστα φεύγοντος ἄνευ τῶν ὅπλων μονοχίτωνος, ἀσφαλῶς ἀκολουθεῖν, ἅμα καταβιβάζων εἰς τὴν χώραν τὸ στράτευμα.
波利比乌斯称罗马人趁这些人还在睡梦中时发起了突袭,而纳西卡则称在山顶周围发生了一场激烈的战斗与险境,他本人在与一名色雷斯雇佣兵近身搏斗时用长矛刺中其胸膛将其击毙,并且当敌军被击溃、米洛甚至连铠甲都没穿只身着短袍狼狈脱逃之际,他安全地尾随追击,同时将军队引降至平原地带。
τούτων δὲ τῷ Περσεῖ προσπεσόντων κατὰ τάχος ἀναζεύξας ἦγεν ὀπίσω, περίφοβος γεγονὼς καὶ συγκεχυμένος ταῖς ἐλπίσιν.
这一消息传到珀尔修斯那里,他惊骇万分,希望破灭而心神错乱,仓促拔营后撤。
αὐτοῦ δʼ ὅμως πρὸ τῆς Πύδνης ὑπομένοντα πειρᾶσθαι μάχης ἀναγκαῖον ἦν, ἢ τῷ στρατῷ σκεδασθέντι περὶ τὰς πόλεις δέχεσθαι τὸν πόλεμον, ἐπείπερ ἅπαξ ἐμβέβηκε τῇ χώρᾳ, δίχα πολλοῦ φόνου καὶ νεκρῶν ἐκπεσεῖν μὴ δυνάμενον.2
然而对他而言,要么必须就地在彼得那前方驻足迎战,要么将大军分散驻守在各城镇来承受战火,因为战端一旦踏入国土,若不付出惨重的杀戮与大量尸骸,便断难平息。
πλήθει μὲν οὖν ἀνδρῶν αὐτόθεν περιεῖναι,3 προθυμίαν δὲ πολλὴν ὑπάρχειν ἀμυνομένοις περὶ τέκνων καὶ γυναικῶν, ἐφορῶντος ἕκαστα τοῦ βασιλέως καὶ προκινδυνεύοντος.
况且他们在士兵人数上本就占优,若国王亲自督察一切、身先士卒迎战危险,则为保卫妻儿而战的士卒们必将斗志昂扬。
ἐκ τούτων ἐθάρσυνον οἱ φίλοι τὸν Περσέα· καὶ βαλόμενος στρατόπεδον συνετάττετο πρὸς μάχην, καὶ τὰ χωρία κατεσκοπεῖτο, καὶ διῄρει τὰς ἡγεμονίας, ὡς εὐθὺς ἐξ ἐφόδου τοῖς Ῥωμαίοις ἀπαντήσων.
友人以此番言论激励珀尔修斯;于是他安营扎寨,布列战阵,勘察地形,并分配将领的统帅权,准备在罗马人一旦来犯时便立即予以迎击。
ὁ δὲ τόπος καὶ πεδίον ἦν τῇ φάλαγγι βάσεως ἐπιπέδου καὶ χωρίων ὁμαλῶν δεομένῃ, καὶ λόφοι συνεχεῖς ἄλλος ἐξ ἄλλου τοῖς γυμνητεύουσι καὶ ψιλοῖς ἀναφυγὰς καὶ περιδρομὰς ἔχοντες.
该地既有适合需要平坦立足点与平坦地面的方阵作战的平原,又有接连起伏的丘陵,为轻装步兵和游击兵提供了藏身与穿梭迂回的退路。
διὰ μέσου δὲ ποταμοὶ ῥέοντες Αἴσων καὶ Λεῦκος οὐ μάλα βαθεῖς τότε ʽθέρους γὰρ ἦν ὥρα φθίνοντοςʼ ἐδόκουν τινὰ δυσεργίαν ὅμως τοῖς Ῥωμαίοις παρέξειν.
在中央流淌的埃松河与留科斯河当时水流虽然不深(因时值夏末),但看来仍能给罗马人造成一定的阻碍。
- 16.3αὐτὸς δὲ
在间接引语的不定式结构中,由于不定式 καταβαλεῖν 的逻辑主语与引述动词 φησι(ὁ δὲ Νασικᾶς φησιν)的主语相同,因此该代词采用了主格(αὐτός)而非宾格(主格不定式结构)。
- 16.5ἐκπεσεῖν μὴ δυνάμενον
分词 δυνάμενον 为阳性单数宾格。它在语法上与前文阳性名词 τὸν πόλεμον 一致并对其进行修饰,同时接续补充不定式 ἐκπεσεῖν。动词 ἐκπίπτω 在此带有被动态意味,意为“被驱离”或“退去”。
- 16.6πλήθει μὲν οὖν ἀνδρῶν αὐτόθεν περιεῖναι
不定式 περιεῖναι 以及随后的 ὑπάρχειν 属于间接引语(oratio obliqua),预先交代了紧接着一句中所述友人们激励珀尔修斯时的论点与理由(ἐκ τούτων ἐθάρσυνον οἱ φίλοι τὸν Περσέα)。
