← 普鲁塔克

埃米利乌斯·保卢斯传

§15.1-15.11

纳西卡越山迂回与奥林匹斯山的高度测量

埃米利乌斯探知了一条经由佩赖比亚且未设防的迂回路,纳西卡与费边·马克西穆斯自荐领兵包抄。纳西卡伪装向海进发后夜袭折向内陆山道,进抵奥林匹斯山麓的皮提翁,文中并记述了该山的高程测量题铭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

ὁ δʼ Αἰμίλιος ἡμέρας μέν τινας ἠρέμει, καί φασι μήποτε τηλικούτων στρατοπέδων ἐγγὺς οὕτω συνελθόντων ἡσυχίαν γενέσθαι τοσαύτην.

埃米利乌斯按兵不动了数日,据说从未有如此规模的大军在相距如此之近的地方相遇时,还能保持这般的寂静。

§15.2

ἐπεὶ δὲ κινῶν ἅπαντα καὶ πειρώμενος ἐπυνθάνετο μίαν εἰσβολὴν ἔτι μόνον ἄφρουρον ἀπολείπεσθαι, τὴν διὰ Περραιβίας παρὰ τὸ Πύθιον καί τὴν Πέτραν, τῷ μὴ φυλάττεσθαι τὸν τόπον ἐλπίσας μᾶλλον ἢ διʼ ἣν οὐκ ἐφυλάττετο δυσχωρίαν καί τραχύτητα δείσας1 ἐβουλεύετο.

然而,当他在四处探查并尝试之后,得知唯有一处隘口仍未设防,即经过佩赖比亚、穿过皮提翁与佩特拉的那条通路时,他便谋划起来,相较于畏惧因地势险峻不平而未设防的困难,他更多地寄希望于该处未设防这一事实。

§15.3

πρῶτος δὲ τῶν παρόντων ὁ Νασικᾶς ἐπικαλούμενος Σκηπίων, γαμβρὸς Ἀφρικανοῦ Σκηπίωνος, ὕστερον δὲ μέγιστον ἐν τῇ συγκλήτῳ δυνηθείς, ὑπεδέξατο τῆς κυκλώσεως ἡγεμὼν γενέσθαι.

在场的人中,被称为纳西卡的西庇阿——阿非利加努斯·西庇阿的女婿,后来在元老院中极具权势——率先请命担任这次包抄行动的统帅。

§15.4

δεύτερος δὲ Φάβιος Μάξιμος, ὁ πρεσβύτατος τῶν Αἰμιλίου παίδων, ἔτι μειράκιον ὤν, ἀνέστη προθυμούμενος.

随后,埃米利乌斯诸子中最年长者、尚属少年的费边·马克西穆斯也热切地起立请战。

§15.5

ἡσθεὶς οὖν ὁ Αἰμίλιος δίδωσιν αὐτοῖς οὐχ ὅσους Πολύβιος εἴρηκεν, ἀλλʼ ὅσους αὐτὸς ὁ Νασικᾶς λαβεῖν φησι, γεγραφὼς περὶ τῶν πράξεων τούτων ἐπιστόλιον πρός τινα τῶν βασιλέων, οἱ μέν ἐκτὸς τάξεως Ἰταλικοὶ τρισχίλιοι τὸ πλῆθος ἦσαν, τὸ δʼ εὐώνυμον κέρας εἰς πεντακισχιλίους.

埃米利乌斯大喜,便拨给他们部队,其人数并非波利比乌斯所说之数,而是纳西卡本人在一封致某位国王论及这些战功的书信中所自述接收的人数:特选的意大利精兵共计三千人,左翼军则达五千人。

§15.7

τούτοις προσλαβὼν ὁ Νασικᾶς ἱππεῖς ἑκατὸν εἴκοσι καί τῶν παρʼ Ἁρπάλῳ Θρᾳκῶν καί Κρητῶν ἀναμεμιγμένων διακοσίους, ἐξώρμησε τῇ πρὸς θάλασσαν ὁδῷ, καί κατεστρατοπέδευσε παρὰ τὸ Ἡράκλειον, ὡς δὴ ταῖς ναυσὶ μέλλων ἐκπεριπλεῖν2 καί κυκλοῦσθαι τὸ στρατόπεδον τῶν πολεμίων.

纳西卡在此之外又增调了一百二十名骑兵,以及哈尔帕鲁斯麾下混编的两百名色雷斯人与克里特人,随即取道面海之路进发,并在赫拉克利翁旁扎营,仿佛真要率舰船自海上迂回包抄敌军营垒一般。

§15.8

ἐπεὶ δʼ ἐδείπνησαν οἱ στρατιῶται καί σκότος ἐγένετο, τοῖς ἡγεμόσι φράσας τὸ ἀληθὲς ἦγε διὰ νυκτὸς τὴν ἐναντίαν ἀπὸ θαλάττης, καί καταλύσας ἀνέπαυε τὴν στρατιὰν ὑπὸ τὸ Πύθιον.

待士兵们用过晚餐、夜幕降临之后,他向将领们道出实情,趁夜率军向背离大海的相反方向行进,并在皮提翁山麓扎营休整军队。

§15.9

ἐνταῦθα τοῦ Ὀλύμπου τὸ ὕψος ἀνατείνει πλέον ἢ δέκα σταδίους· σημαίνεται δὲ ἐπιγράμματι τοῦ μετρήσαντος οὕτως·

在此处,奥林匹斯山的高度耸立超过十斯塔德;测度者的题铭对此记述如下:

§15.10

" Οὐλύμπου κορυφῆς ἐπὶ Πυθίου Ἀπόλλωνος ἱερὸν ὕψος ἔχει, πρός κάθετον δὲ μέτρον, πλήρη μέν δεκάδα σταδίων μίαν, αὐτὰρ ἐπʼ αὐτῇ πλέθρον τετραπέδῳ λειπόμενον μεγέθει.3 Εὐμήλου δέ μιν υἱὸς ἐθήκατο μέτρα κελεύθου Ξειναγόρης· σὺ δʼ, ἄναξ, χαῖρε καί ἐσθλὰ δίδου."

“奥林匹斯之巅至皮提翁阿波罗的圣所, 依垂直测度所具之高, 实达整整十斯塔德,其上复添 少去四尺之幅的一普勒特龙。 欧墨洛斯之子塞纳戈拉斯定下了此途之度量; 主啊,愿你喜悦并赐下福祉。”

§15.11

καίτοι λέγουσιν οἱ γεωμετρικοὶ μήτε ὄρους ὕψος μήτε βάθος θαλάττης ὑπερβάλλειν δέκα σταδίους. ὁ μέντοι Ξεναγόρας οὐ παρέργως, ἀλλὰ μεθόδῳ καί διʼ ὀργάνων εἰληφέναι δοκεῖ τὴν μέτρησιν.

尽管几何学家们声称,无论山岳之高或海洋之深皆不超过十斯塔德,然而塞纳戈拉斯似乎并非敷衍了事,而是通过精确方法与仪器完成了测度。

语法注3 条
  1. 15.2τῷ μὴ φυλάττεσθαι τὸν τόπον ἐλπίσας μᾶλλον ἢ διʼ ἣν οὐκ ἐφυλάττετο δυσχωρίαν καί τραχύτητα δείσας

    在比较结构 μᾶλλον ἤ 中,前半部分由表示原因或对象的定冠词不定词与格 τῷ μὴ φυλάττεσθαι 修饰分词 ἐλπίσας;后半部分中,先行词 δυσχωρίαν καί τραχύτητα(险阻与崎岖)被后置并吸收入关系从句 διʼ ἣν οὐκ ἐφυλάττετο 之后,充当分词 δείσας 的直接宾语(先行词的后置吸收)。两处句法虽不对称,但共同表达“对其未设防抱有的希望,大过对导致其未设防的险峻地势所抱有的畏惧”。

  2. 15.7ὡς δὴ ταῖς ναυσὶ μέλλων ἐκπεριπλεῖν

    连词 ὡς 与小词 δή 及分词 μέλλων 连用,表示表面的托词或假象(“仿佛意图……一般”)。正如紧随其后的句子叙述他在夜间向反方向行军一样,此处明确指出了用以迷惑敌军的佯动策略。

  3. 15.10πλέθρον τετραπέδῳ λειπόμενον μεγέθει

    与分词 λειπόμενον(缺少、不足)连用的 τετραπέδῳ μεγέθει 为表示差异程度的与格(差别与格)。意为“短缺四尺幅度的丈量”,即由一普勒特龙(通常为一百尺)扣除四尺后的九十六尺。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:15.1-15.11