← 普鲁塔克

埃米利乌斯·保卢斯传

§12.1-12.12

保卢斯的统率才能与珀尔修斯的吝啬败局

作者将埃米利乌斯的功绩归结为其智谋与统帅才能而非偶然的幸运,并痛斥敌王珀尔修斯因吝惜军饷而错失强大的巴斯塔尔奈雇佣军同盟,将其吝啬与善用财富成就大业的腓力及亚历山大进行了鲜明对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

Αἰμίλιον δὲ Παῦλον, ὡς ἐξώρμησεν ἐπὶ στρατείαν, πλοῦ μὲν εὐτυχίᾳ καὶ ῥᾳστώνῃ χρήσασθαι πορείας κατὰ δαίμονα τίθημι, σὺν τάχει καὶ μετʼ ἀσφαλείας εἰς τὸ στρατόπεδον κομισθέντα· τοῦ δὲ πολέμου καὶ τῆς στρατηγίας αὑτοῦ τὸ μὲν τόλμης ὀξύτητι, τὸ δὲ βουλεύμασι χρηστοῖς, τὸ δὲ φίλων ἐκθύμοις ὑπηρεσίαις, τὸ δὲ τῷ παρὰ τὰ δεινὰ θαρρεῖν καὶ χρῆσθαι λογισμοῖς ἀραρόσιν ὁρῶν διαπεπραγμένον, οὐκ ἔχω τῇ λεγομένῃ τοῦ ἀνδρὸς εὐτυχίᾳ λαμπρὸν ἀποδοῦναι καὶ διάσημον ἔργον οἷον ἑτέρων στρατηγῶν. εἰ μή τις ἄρα τὴν Περσέως φιλαργυρίαν Αἰμιλίῳ τύχην ἀγαθὴν περὶ τὰ πράγματα γενέσθαι φησίν, ἣ λαμπρὰ καὶ μεγάλα πρὸς τὸν πόλεμον ἀρθέντα ταῖς ἐλπίσι τὰ Μακεδόνων ἀνέτρεψε καὶ κατέβαλε, πρὸς ἀργύριον ἀποδειλιάσαντος.1

至于埃米利乌斯·保卢斯,当他出发从军时,我承认他凭借神意获得了顺风的航行和顺利的旅程,迅速且安全地抵达了营地;然而,看到他在战争与统帅方面的作为,有些是通过果敢敏锐的行动完成的,有些是通过明智的谋划完成的,有些是通过朋友们热忱的效劳完成的,还有些是在危难关头保持自信并依靠坚定的理智促成的,我无法将任何如同其他将领那般光辉显赫的功绩归于人们所称赞的此人之幸运;除非有人声称,珀尔修斯的贪婪在战局中成了埃米利乌斯的福运,正是这种贪婪,在珀尔修斯对金钱心生怯懦时,倾覆并摧毁了马其顿人因对战争抱有希望而提升得辉煌盛大的形势。

§12.4

ἧκον μὲν γὰρ αὐτῷ δεηθέντι Βαστέρναι, μύριοι μὲν ἱππεῖς, μύριοι δὲ παραβάται, μισθοφόροι πάντες, ἄνδρες οὐ γεωργεῖν εἰδότες, οὐ πλεῖν, οὐκ ἀπὸ ποιμνίων ζῆν νέμοντες, ἀλλʼ ἓν ἔργον καὶ μίαν τέχνην μελετῶντες ἀεὶ μάχεσθαι καὶ κρατεῖν τῶν ἀντιταττομένων.

因为应他的请求,巴斯塔尔奈人已经赶来,包括一万名骑兵和一万名并进的步兵,全都是雇佣兵;他们不懂农耕,不懂航海,不懂靠放牧牛羊维生,而只研习一件事业和一门技艺,那就是永远战斗并战胜与他们对阵的敌人。

§12.5

ὡς δὲ περὶ τὴν Μαιδικὴν καταστρατοπεδεύσαντες ἐπεμίγνυντο τοῖς παρὰ τοῦ βασιλέως ἄνδρες ὑψηλοὶ μὲν τὰ σώματα, θαυμαστοὶ δὲ τὰς μελέτας, μεγάλαυχοι δὲ καὶ λαμπροὶ ταῖς κατὰ τῶν πολεμίων ἀπειλαῖς, θάρσος παρέστησαν τοῖς Μακεδόσι καὶ δόξαν ὡς τῶν Ῥωμαίων οὐχ ὑπομενούντων, ἀλλʼ ἐκπλαγησομένων τὴν ὄψιν αὐτὴν καὶ τὴν κίνησιν ἔκφυλον οὖσαν καὶ δυσπρόσοπτον.

当他们驻扎在迈狄克地区周围,与国王麾下的人汇合时,这些人身材魁梧,操练令人惊叹,对敌人的恫吓狂傲而威严,给马其顿人注入了勇气,并使他们相信罗马人绝无法抵挡,甚至会被这奇异而可怖的外貌与举动所震慑。

§12.6

οὕτω διαθεὶς τοὺς ἀνθρώπους ὁ Περσεύς καὶ τοιούτων ἐμπλήσας ἐλπίδων, αἰτούμενος καθʼ ἕκαστον ἡγεμόνα χιλίους, πρὸς τὸ γιγνόμενον τοῦ χρυσίου πλῆθος ἰλιγγιάσας καὶ παραφρονήσας ὑπὸ μικρολογίας ἀπείπατο καὶ προήκατο τὴν συμμαχίαν, ὥσπερ οἰκονομῶν, οὐ πολεμῶν Ῥωμαίοις, καὶ λογισμὸν ἀποδώσων ἀκριβῆ τῆς εἰς τὸν πόλεμον δαπάνης οἷς ἐπολέμει· καίτοι διδασκάλους εἶχεν ἐκείνους, οἷς ἄνευ τῆς ἄλλης παρασκευῆς στρατιωτῶν δέκα μυριάδες ἦσαν ἠθροισμέναι καὶ παρεστῶσαι ταῖς χρείαις.

然而,珀尔修斯在使部下处于这种状态并充满如此希望之后,当被要求为每位将领支付一千枚金币时,面对累积而成的巨额黄金竟感到眩晕,因吝啬而失去理智,回绝并放弃了这一同盟,就好像他是在料理家务而非与罗马人交战,并且好像要向与他作战的敌人精确报账在战争中的开支一般;尽管他有那些人作为导师,那些人除了其他军备之外,还集结了十万名士兵并列阵以备所需。

§12.8

ὁ δὲ πρὸς δύναμιν ἀνταίρων τηλικαύτην καὶ πόλεμον οὗ τοσοῦτον ἦν τὸ παρατρεφόμενον, διεμέτρει καὶ παρεσημαίνετο τὸ χρυσίον, ἅψασθαι δεδιὼς ὥσπερ ἀλλοτρίων.

但他面对如此强大的力量,面对附带供养的〔兵力〕如此庞大的战争,却还在一再度量并封存自己的黄金,唯恐触碰,仿佛那是属于他人之物。

§12.9

καὶ ταῦτʼ ἔπραττεν οὐ Λυδῶν τις οὐδὲ Φοινίκων γεγονώς, ἀλλὰ τῆς Ἀλεξάνδρου καὶ Φιλίππου κατὰ συγγένειαν ἀρετῆς μεταποιούμενος, οἳ τῷ τὰ πράγματα τῶν χρημάτων ὠνητά, μὴ τὰ χρήματα τῶν πραγμάτων ἡγεῖσθαι2 πάντων ἐκράτησαν.

而且他做出这种事,并非出于吕底亚人或腓尼基人的血统,而是凭借亲缘自命承袭了亚历山大与腓力的美德,而那两人之所以征服一切,正是因为认为大业是用金钱购买的,而非金钱是用大业换来的。

§12.10

ἐρρέθη γοῦν ὅτι τὰς πόλεις αἱρεῖ τῶν Ἑλλήνων οὐ Φίλιππος, ἀλλὰ τὸ Φιλίππου χρυσίον.

人们甚至说过,攻取希腊各城邦的不是腓力,而是腓力的黄金。

§12.11

Ἀλέξανδρος δὲ τῆς ἐπʼ Ἰνδοὺς στρατείας ἁπτόμενος, καὶ βαρὺν ὁρῶν καὶ δύσογκον ἤδη τὸν Περσικὸν ἐφελκομένους πλοῦτον τοὺς Μακεδόνας, πρώτας ὑπέπρησε τὰς βασιλικὰς ἁμάξας, εἶτα τοὺς ἄλλους ἔπεισε ταὐτὸ ποιήσαντας ἐλαφροὺς ἀναζεῦξαι πρὸς τὸν πόλεμον ὥσπερ λελυμένους.

亚历山大在着手远征印度时,看到马其顿人已拖带了沉重且累赘的波斯财富,便首先焚烧了自己的王室辎重车,继而说服其他人也照此办理,从而轻装前去作战,宛如摆脱了束缚一般。

§12.12

Περσεύς δὲ τὸν χρυσὸν αὐτὸς αὑτοῦ καὶ τέκνων καὶ βασιλείας καταχεάμενος οὐκ ἠθέλησε διʼ ὀλίγων σωθῆναι χρημάτων, ἀλλὰ μετὰ πολλῶν κομισθεὶς ὁ πλούσιος αἰχμάλωτος ἐπιδείξασθαι Ῥωμαίοις ὅσα φεισάμενος ἐτήρησεν αὐτοῖς.

珀尔修斯却亲自将黄金倾注在自己、子女和王权之上,不愿用区区金钱来换取拯救,反而甘愿作为一个富有的俘虏,带着大批金银被押送走,向罗马人展示他为他们节省并保管了多少财富。

语法注2 条
  1. 12.3πρὸς ἀργύριον ἀποδειλιάσαντος

    此处于语义上主语显然是指向珀尔修斯的独立属格。它紧接在关系代词从句(ἣ ... κατέβαλε)之后,说明了马其顿局势覆灭的原因在于珀尔修斯对花钱退缩胆怯。尽管先前已出现属格名词 Περσέως(依附于 φιλαργυρίαν),但此处的属格分词在语法上独立成句,未明言主语。

  2. 12.9τῷ τὰ πράγματα τῶν χρημάτων ὠνητά, μὴ τὰ χρήματα τῶν πραγμάτων ἡγεῖσθαι

    带定冠词的不定式(τῷ ... ἡγεῖσθαι)为表示原因或方式的与格。在不定式结构内,使用了双宾格(主语宾格 τὰ πράγματα 与谓语宾格 ὠνητά),其中 τῶν χρημάτων 是表示代价/价值的属格(“用金钱所购买的”)。紧接着的对偶从句 μὴ τὰ χρήματα τῶν πραγμάτων 中省略了 ὠνητά,构成了鲜明的对比结构(“是大业由金钱换取,而非金钱由大业换取”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:12.1-12.12