- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:11.1-11.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃米利乌斯连任执政官后发表了毫不迎合的演说,严辞告诫民众不得干涉军事指挥,因而赢得了大众的深深敬意。
εἰωθότων δὲ τῶν ὑπατείαν λαβόντων οἷον ἀνθομολογεῖσθαί τινα χάριν καὶ προσαγορεύειν φιλοφρόνως τὸν δῆμον ἀπὸ τοῦ βήματος, Αἰμίλιος εἰς ἐκκλησίαν συναγαγὼν τοὺς πολίτας τὴν μὲν προτέραν ὑπατείαν μετελθεῖν ἔφη αὐτὸς ἀρχῆς δεόμενος, τὴν δὲ δευτέραν ἐκείνων στρατηγοῦ δεομένων·1
获得执政官职位的人通常会从讲台上表示某种感谢,并向民众亲切致意,但埃米利乌斯将公民们召集到大会上,声称自己谋求第一次执政官职位是因为自己需要官职,而第二次执政官职位则是因为他们需要一位统帅。
διʼ ὃ μηδεμίαν αὐτοῖς χάριν ἔχειν, ἀλλʼ, εἰ νομίζουσι διʼ ἑτέρου βέλτιον ἕξειν τὰ κατὰ τὸν πόλεμον, ἐξίστασθαι τῆς ἡγεμονίας, εἰ δὲ πιστεύουσιν αὐτῷ, μὴ παραστρατηγεῖν μηδὲ λογοποιεῖν, ἀλλʼ ὑπουργεῖν σιωπῇ τὰ δέοντα πρὸς τὸν πόλεμον, ὡς, ἐὰν ἄρχοντος ἄρχειν ζητῶσιν, ἔτι μᾶλλον ἢ νῦν καταγελάστους ἐν ταῖς στρατείαις ἐσομένους.2
因此,他说自己对他们并不抱有任何感恩之情;相反,如果他们认为通过他人能将战事处理得更好,他随时可以辞去统帅之职;但如果他们信任他,就不要对统帅指手画脚,也不要造谣生事,而应当默默供给战争所需的一切;因为如果他们企图命令指挥官,他们在远征中就会比现在更加为人所耻笑。
ἀπὸ τούτων τῶν λόγων πολλὴν μὲν αἰδῶ πρὸς αὑτὸν ἐνεποίησε τοῖς πολίταις, μεγάλην δὲ προσδοκίαν τοῦ μέλλοντος, ἡδομένων ἁπάντων ὅτι τοὺς κολακεύοντας παρελθόντες εἵλοντο παρρησίαν ἔχοντα καὶ φρόνημα στρατηγόν.
通过这番话,他在公民心中树立了对自己深深的敬畏以及对未来的巨大期望,众人都感到欣喜,因为他们舍弃了阿谀奉承之徒,选择了一位敢于直言且富有气概的统帅。
οὕτως ἐπὶ τῷ κρατεῖν καὶ μέγιστος εἶναι τῶν ἄλλων3 ἀρετῆς καὶ τοῦ καλοῦ δοῦλος ἦν ὁ Ῥωμαίων δῆμος.
罗马民众便是如此,为了实行统治并成为众人中最伟大者,他们是美德与高尚之事的奴仆。
- 11.1τὴν μὲν προτέραν ὑπατείαν μετελθεῖν ἔφη αὐτὸς ἀρχῆς δεόμενος, τὴν δὲ δευτέραν ἐκείνων στρατηγοῦ δεομένων
在由 ἔφη 引导的间接引语(不定式结构)中,前半句表示说话者自身的主语通过与主句主语一致的主格分词短语 αὐτὸς ... δεόμενος 呈现;而后半句则转用独立属格结构(ἐκείνων ... δεομένων)。这种语法结构上的对立,鲜明地凸显出两次担任执政官的不同动因(自己需要官职 vs 公民需要统帅)。
- 11.2ὡς, ἐὰν ἄρχοντος ἄρχειν ζητῶσιν, ἔτι μᾶλλον ἢ νῦν καταγελάστους ἐν ταῖς στρατείαις ἐσομένους
连词 ὡς 引导将来的对格分词 ἐσομένους,在此充当表示主观原因的独立对格(或带有 ὡς 的间接陈述分词结构)。分词逻辑上的主语为语境中的“公民们”,καταγελάστους 为其宾语补足语(表语性对格),由一般/未来条件从句 ἐὰν ... ζητῶσιν 修饰。
- 11.4ἐπὶ τῷ κρατεῖν καὶ μέγιστος εἶναι τῶν ἄλλων
介词 ἐπί 接带冠词的与格不定式 τῷ κρατεῖν,表示目的(“为了统治……”)。与之并列的不定式 εἶναι 的表语形容词 μέγιστος 并未采用对格(μέγιστον),而是受主句主语 ὁ Ῥωμαίων δῆμος 的吸引,保持了主格形式(主格同化)。
