← 普鲁塔克

埃米利乌斯·保卢斯传

§13.1-13.7

根蒂乌斯受骗与保卢斯整肃军纪

珀尔修斯因吝啬而欺骗并抛弃了伊利里亚国王根蒂乌斯,自己则依仗坚固阵地企图拖垮敌军;埃米利乌斯在重视敌方军力的同时,整肃了松懈的军纪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

οὐ γὰρ μόνον ἀπέπεμψε τοὺς Γαλάτας ψευσάμενος, ἀλλὰ καὶ Γένθιον ἐπάρας τὸν Ἰλλυριὸν ἐπὶ τριακοσίοις ταλάντοις συνεφάψασθαι τοῦ πολέμου τὰ μὲν χρήματα τοῖς παρʼ αὐτοῦ πεμφθεῖσι προὔθηκεν ἠριθμημένα καὶ κατασημήνασθαι παρέσχεν· ὡς δὲ πεισθεὶς ἔχειν ἃ ᾔτησεν ὁ Γένθιος ἔργον ἀσεβὲς καὶ δεινὸν ἔδρασε (πρέσβεις γὰρ ἐλθόντας Ῥωμαίων πρὸς αὐτὸν συνέλαβε καὶ κατέδησεν), ἡγούμενος ὁ Περσεὺς οὐδὲν ἔτι δεῖσθαι τῶν χρημάτων τὴν ἐκπολέμωσιν, ἄλυτα τοῦ Γενθίου προδεδωκότος ἔχθρας ἐνέχυρα καὶ διὰ τηλικαύτης ἀδικίας ἐμβεβληκότος ἑαυτὸν εἰς τὸν πόλεμον, ἀπεστέρησε τὸν κακοδαίμονα τῶν τριακοσίων ταλάντων,1 καὶ περιεῖδεν ὀλίγῳ χρόνῳ μετὰ τέκνων καὶ γυναικὸς ὡς ἀπὸ νεοττιᾶς ἀρθέντα τῆς βασιλείας ὑπὸ Λευκίου Ἀνικίου στρατηγοῦ πεμφθέντος ἐπʼ αὐτὸν μετὰ δυνάμεως.

因为珀尔修斯不仅失信打发走了高卢人,而且还以三百塔兰同诱使伊利里亚人根蒂乌斯参与战局,他向对方派来的使者当面出示了清点完毕的金钱,并允许他们盖印封存;然而,当根蒂乌斯坚信自己已得到了所要求的款项,从而做出了一件大逆不道的骇人恶行(因为他拘捕并监禁了前来见他的罗马使节)之后,珀尔修斯认为,鉴于根蒂乌斯已经交出了不可逆转的敌意凭证,并因如此重大的不法行径将自身投入了战争,挑动〔他〕参战已不再需要那笔金钱,于是便剥夺了这个不幸之人的三百塔兰同,并且眼睁睁看着不久之后,根蒂乌斯与其妻子儿女如同从鸟巢中被掏出一般,被率军前来的法务官卢基乌斯·阿尼基乌斯从王国中掳走,而丝毫不施援手。

§13.4

ἐπὶ τοιοῦτον ἀντίπαλον ἐλθὼν ὁ Αἰμίλιος αὐτοῦ μὲν κατεφρόνει, τὴν δʼ ὑπʼ αὐτῷ παρασκευὴν καὶ δύναμιν ἐθαύμαζεν. ἦσαν γὰρ ἱππεῖς μὲν τετρακισχίλιοι, πεζοὶ δʼ εἰς φάλαγγα τετρακισμυρίων οὐ πολλοῖς ἀποδέοντες.

埃米利乌斯进逼这样一位对手,心中虽然藐视其为人,却对他麾下的军备与兵力深感惊叹;因为那里有四千骑兵,而组成方阵的步兵则近乎四万人。

§13.5

ἱδρυμένος δὲ πρὸ τῆς θαλάττης παρὰ τὴν Ὀλυμπικὴν ὑπώρειαν ἐπὶ χωρίων οὐδαμόθεν προσαγωγὴν ἐχόντων καὶ πάντοθεν ὑπʼ αὐτοῦ διαπεφραγμένων ἐρύμασι καὶ προτειχίσμασι ξυλίνοις πολλὴν ἄδειαν ἦγεν, ἀποτρύσειν χρόνῳ καὶ χρημάτων δαπάνῃ τὸν Αἰμίλιον ἡγούμενος.

珀尔修斯驻扎在奥林匹斯山麓近海处无路可进的据点中,四周皆被他用防御工事和木制障壁严密筑防,因而高枕无忧,自以为能在时光的消磨和战费的损耗中拖垮埃米利乌斯。

§13.6

ὁ δὲ τῇ γνώμῃ μὲν ἦν ἐνεργός ἐπὶ πᾶν βούλευμα καὶ πᾶσαν τρεπόμενος πεῖραν, ὑπʼ ἀδείας δὲ τῆς πρόσθεν τὸν στρατὸν ὁρῶν δυσανασχετοῦντα καὶ λόγῳ πολλὰ διαστρατηγοῦντα τῶν ἀπράκτων, ἐπετίμησεν αὐτοῖς, καὶ παρήγγειλε μηδὲν πολυπραγμονεῖν μηδὲ φροντίζειν, ἀλλʼ ἢ τὸ σῶμα τὸ ἑαυτοῦ καὶ τὴν πανοπλίαν ἕκαστον ὅπως ἐνεργὸν παρέξει καὶ χρήσεται Ῥωμαϊκῶς τῇ μαχαίρᾳ,2 τὸν καιρὸν παραδόντος τοῦ στρατηγοῦ.

而埃米利乌斯在谋略上积极活跃,思虑周全,尝试各种办法;但当他看到军队因先前的放纵而躁动不安,口头上空谈着许多行不通的作战方案时,便严厉斥责了他们,并命令他们不得多管闲事,亦不得胡思乱想,只须在统帅提供良机之际,每个人使自己的身体与全副武装保持最佳状态,以罗马人的方式挥舞短剑。

§13.7

τὰς δὲ νυκτερινὰς ἐκέλευσε φυλακὰς ἄνευ λόγχης φυλάττειν, ὡς μᾶλλον προσέξοντας καὶ διαμαχουμένους πρὸς τὸν ὕπνον,3 ἂν ἀμύνασθαι τοὺς πολεμίους μὴ δύνωνται προσιόντας.

他还命令夜间的哨兵不带长矛值勤,认为如果哨兵无法抵御逼近的敌人,就会更加警惕,全力克服睡意。

语法注3 条
  1. 13.2ὡς δὲ πεισθεὶς ἔχειν ἃ ᾔτησεν ὁ Γένθιος ... ἀπεστέρησε τὸν κακοδαίμονα τῶν τριακοσίων ταλάντων

    通往主句谓语动词 ἀπεστέρησε(以及 περιεῖδεν)的句子结构长而多层嵌套。在由 ὡς 引导的从句(ὡς δὲ ... ἔδρασε)及其括号内的解释性句子(πρέσβεις γὰρ ... κατέδησεν)之后,主语分词短语 ἡγούμενος ὁ Περσεύς 统领着一个属格绝对结构(ἄλυτα τοῦ Γενθίου προδεδωκότος ... εἰς τὸν πόλεμον),随后才出现主句谓语动词 ἀπεστέρησε。全句的主干结构为:“珀尔修斯认为……,便剥夺了那个不幸之人的三百塔兰同”。

  2. 13.6ἀλλʼ ἢ τὸ σῶμα τὸ ἑαυτοῦ καὶ τὴν πανοπλίαν ἕκαστον ὅπως ἐνεργὸν παρέξει καὶ χρήσεται Ῥωμαϊκῶς τῇ μαχαίρᾳ

    紧随否定词 μηδὲν 之后的 ἀλλʼ ἤ 是表示“除……之外(仅……)”的固定习语。随后的 ὅπως 加上陈述式将来时(παρέξει, χρήσεται)构成了表示努力或留心的目的从句(省略了类似 σκόπει 的祈使动词),在从属于 παρήγγειλε 的同时表达命令内容:“吩咐他们除了一心留意使各自的身体和全副武装准备就绪,并以罗马人的方式使用短剑之外,不可过问任何其他事”。

  3. 13.7ὡς μᾶλλον προσέξοντας καὶ διαμαχουμένους πρὸς τὸν ὕπνον

    “ὡς + 分词”(将来时分词 προσέξοντας 与 διαμαχουμένους)表示主句主语(埃米利乌斯)的主观意图或判断,意为“心想他们会更加留神并克服睡意”。分词在数、格上与其逻辑主语——宾格名词 φυλακάς(哨兵们)保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:13.1-13.7