← 普鲁塔克

提摩莱隆传

§9.1-9.8

抵达雷吉翁与希克塔斯及迦太基的使节

蒂莫里昂的舰队抵达意大利的雷吉翁,得知希克塔斯已占领叙拉古并与迦太基人勾结,遣使要求遣返舰队。科林斯人对这一背叛深感愤怒,却不得不面对敌军压倒性的实力悬殊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

τὰ μὲν οὖν παρὰ τῶν θεῶν οὕτω τὸν στόλον ἐθάρρυνε καὶ σπεύδοντες,1 ὡς τὸ πέλαγος διαπλέοντες, ἐκομίζοντο παρὰ τὴν Ἰταλίαν.

于是,来自诸神的征兆如此鼓舞着舰队,他们加快航程,仿佛正在横渡开阔海域一般,沿着意大利海岸前行。

§9.2

τὰ δʼ ἀπὸ τῆς Σικελίας ἀγγελλόμενα πολλὴν ἀπορίαν τῷ Τιμολέοντι καὶ δυσθυμίαν τοῖς στρατιώταις παρεῖχεν.

然而,从西西里传来的消息却给蒂莫里昂带来了极大的困惑,也让士兵们深感沮丧。

§9.3

ὁ γὰρ Ἱκέτης μάχῃ νενικηκὼς Διονύσιον καὶ τὰ πλεῖστα μέρη τῶν Συρακουσῶν κατειληφώς ἐκεῖνον μὲν εἰς τὴν ἀκρόπολιν καὶ τὴν καλουμένην Νῆσον συνεσταλμένον αὐτὸς συνεπολιόρκει καὶ συμπεριετείχιζε, Καρχηδονίους δὲ φροντίζειν ἐκέλευεν ὅπως οὐκ ἐπιβήσοιτο Τιμολέων Σικελίας, ἀλλʼ ἀπωσθέντων ἐκείνων αὐτοὶ καθʼ ἡσυχίαν διανεμοῦνται πρὸς ἀλλήλους τὴν νῆσον.

因为希克塔斯在战斗中击败了狄奥尼修斯,并占领了叙拉古的大部分地区,正亲自参与围困并修筑壁垒封锁退据卫城及所谓“岛屿”的狄奥尼修斯,同时他敦促迦太基人设法阻止蒂莫里昂踏上西西里,以便在击退那批人之后,他们彼此之间可以安稳地瓜分这座岛屿。

§9.5

οἱ δὲ πέμπουσιν εἴκοσι τριήρεις εἰς Ῥήγιον, ἐφʼ ὧν ἐπέπλεον πρεσβευταὶ παρʼ αὐτοῦ πρὸς Τιμολέοντα κομίζοντες λόγους τοῖς πραττομένοις ὁμοίους.

于是他们派遣了二十艘三列桨座战船前往雷吉翁,船上载有他派往蒂莫里昂处的使节,带去了与其实际图谋相符的话语。

§9.6

παραγωγαὶ γὰρ εὐπρεπεῖς καὶ προφάσεις ἦσαν ἐπὶ μοχθηροῖς βουλεύμασιν, ἀξιούντων2 αὐτὸν μὲν, εἰ βούλοιτο, Τιμολέοντα σύμβουλον ἥκειν παρʼ Ἱκέτην καὶ κοινωνὸν εὖ διαπεπραγμένων ἁπάντων, τὰς δὲ ναῦς καὶ τοὺς στρατιώτας ἀποστέλλειν εἰς Κόρινθον, ὡς τοῦ πολέμου μικρὸν ἀπολείποντος συνῃρῆσθαι, Καρχηδονίων δὲ κωλύειν τὴν διάβασιν καὶ μάχεσθαι πρὸς βιαζομένους ἑτοίμων ὄντων.

因为这些只是针对险恶图谋的冠冕堂皇的欺瞒与托辞,他们要求蒂莫里昂本人若愿意,可以作为谋士并作为一切顺利成就之事的合作者来到希克塔斯身边,但应将船只与士兵遣返科林斯,理由是战事已接近完全平定,而迦太基人已准备好阻止渡海,并与强行渡海者交战。

§9.7

ὡς οὖν καταπλεύσαντες εἰς τὸ Ῥήγιον οἱ Κορίνθιοι τοῖς τε πρεσβεύμασι τούτοις ἐνέτυχον καὶ τοὺς Φοίνικας οὐ πρόσω ναυλοχοῦντας κατεῖδον, ἤχθοντο μὲν ὑβρισμένοι, καὶ παρίστατο πᾶσιν ὀργὴ πρὸς τὸν Ἱκέτην καὶ δέος ὑπὲρ Σικελιωτῶν, οὓς σαφῶς ἑώρων ἆθλα λειπομένους καὶ μισθόν Ἱκέτῃ μὲν προδοσίας, Καρχηδονίοις δὲ τυραννίδος, ἐδόκει δʼ ἀμήχανον ὑπερβαλέσθαι καὶ τὰς αὐτόθι τῶν βαρβάρων ναῦς διπλασίας ἐφορμούσας καὶ τὴν ἐκεῖ μεθʼ Ἱκέτου δύναμιν, ᾗ στρατηγήσοντες ἥκοιεν.3

因此,当科林斯人驶入雷吉翁并遇到这些使团,又望见腓尼基人就在不远处停泊时,他们因受辱而感到愤慨,人人心中都升起对希克塔斯的愤怒以及对西西里希腊人的担忧,因为他们清楚地看到,西西里人正被当作奖品与酬劳留下来,对希克塔斯而言是背叛的报酬,对迦太基人而言则是僭主统治的赏赐;而且在他们看来,要同时战胜此地以两倍数量实施封锁的异族船只,以及在彼处追随希克塔斯的军队——他们本是为了前来统率这支军队的——似乎是绝无可能的。

语法注3 条
  1. 9.1σπεύδοντες

    阳性复数分词 σπεύδοντες 在语法上并未与前文的中性复数主语 τὰ παρὰ τῶν θεῶν 一致,而是遵循语意一致(constructio ad sensum),呼应动词 ἐκομίζοντο 中所隐含的人类主语(舰队中的水兵与将士)。

  2. 9.6ἀξιούντων

    独立属格结构,其逻辑主语为使节们(πρεσβευταί)或希克塔斯一方。它在句法上脱离前文以主格构成的句子(παραγωγαὶ ... ἦσαν),补充说明其托辞的具体要求与情由(“因为他们要求……”)。

  3. 9.8ᾗ στρατηγήσοντες ἥκοιεν

    关系代名词 ᾗ 为与格,指代先行词军队(τὴν ἐκεῖ μεθʼ Ἱκέτου δύναμιν),受表示目的的将来时分词 στρατηγήσοντες 支配(“统领该军”)。动词 ἥκοιεν 则是因主句过去时动词 ἐδόκει 而处于次要时态序列中的斜格希求法(间接引语希求法)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:9.1-9.8