← 普鲁塔克

提摩莱隆传

§10.1-10.8

蒂莫里昂巧计脱身与抵达陶罗梅尼翁

蒂莫里昂利用雷吉翁的公民大会蒙骗迦太基人,暗中让舰队起航后自己也成功脱身,渡海抵达西西里的陶罗梅尼翁,并受到统治者安德罗马库斯的款待。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

οὐ μὴν ἀλλʼ ὁ Τιμολέων τοῖς πρεσβευταῖς καὶ τοῖς ἄρχουσι τῶν Καρχηδονίων ἐντυχὼν ἐπιεικῶς ἔφη πείθεσθαι μὲν οἷς κελεύουσι τί γὰρ ἂν καὶ περαίνειν ἀπειθῶν,1 ἐθέλειν δὲ ταῦτα πόλεως Ἑλληνίδος καὶ φίλης κοινῆς τῆς Ῥηγίνων ἐναντίον ἀκούσας καὶ εἰπὼν ἀπαλλάττεσθαι· καὶ γὰρ αὐτῷ τοῦτο πρὸς ἀσφάλειαν διαφέρειν, κἀκείνους ἐμμενεῖν βεβαιότερον οἷς ἐπαγγέλλονται περὶ Συρακουσίων δήμῳ μάρτυρι τὰς ὁμολογίας παρακαταθεμένους.

尽管如此,蒂莫里昂还是与使节及迦太基人的将领们会面,彬彬有礼地表示愿意遵从他们的命令(因为违抗又能成就什么呢?),但他希望在雷吉翁城——一个希腊城邦且是双方共同的朋友——的市民面前听取这些提议并发表己见后,再行离去;因为他说这关乎他自身的安全,而他们若将协议托付给民众作为见证,也会更加坚定地恪守他们对叙拉古人所做的诺言。

§10.3

ταῦτα δʼ ὑπέτεινεν αὐτοῖς ἀπάτην ἐπὶ τῇ διαβάσει τεχνάζων, καὶ συνετέχναζον οἱ τῶν Ῥηγίνων στρατηγοὶ, πάντες ἐπιθυμοῦντες ἐν Κορινθίοις τὰ πράγματα τῶν Σικελιωτῶν γενέσθαι, καὶ φοβούμενοι τὴν τῶν βαρβάρων γειτνίασιν.

他提出这些建议,是在为渡海谋划一场诡计;雷吉翁的将领们也协助了这一计谋,因为他们都希望西西里人的事务能落在科林斯人手中,并对异族在邻近处感到担忧。

§10.4

διὸ συνῆγον ἐκκλησίαν καὶ τὰς πύλας ἀπέκλειον, ὡς μὴ πρὸς ἄλλο τι τρέπεσθαι τοὺς πολίτας, καὶ παρελθόντες εἰς τὸ πλῆθος ἐχρῶντο μήκει λόγων, ἕτερος ἑτέρῳ παραδιδοὺς τὴν αὐτὴν ὑπόθεσιν πρὸς οὐδὲν τέλος, ἀλλὰ διάγοντες ἄλλως τὸν χρόνον,2 ἕως ἀναχθῶσιν αἱ τῶν Κορινθίων τριήρεις, καὶ Καρχηδονίους ἐπὶ τῆς ἐκκλησίας κατέχοντες ἀνυπόπτως, ἅτε καὶ τοῦ Τιμολέοντος παρόντος καὶ παρέχοντος δόκησιν ὅσον οὔπω πρὸς τὸν λόγον ἀνίστασθαι3 καὶ δημηγορεῖν.

因此,他们召集了公民大会,并关闭城门,以免市民转向其他事务;他们走向群众,发表冗长的演讲,一人将同一话题传递给另一人,毫无结果,只是白白耗费时间,直到科林斯人的三列桨座战船起航,同时让迦太基人毫无疑心地留在大会中,因为蒂莫里昂本人也在场,给人一种即将起身向民众发表演说的假象。

§10.5

ὡς δʼ ἀπήγγειλέ τις αὐτῷ κρύφα τὰς μὲν ἄλλας τριήρεις ἀνῆχθαι, μίαν δὲ τὴν ἐκείνου περιμένειν ὑπολελειμμένην, διεκδὺς τὸν ὄχλον, ἅμα τῶν περὶ τὸ βῆμα Ῥηγίνων συνεπικρυπτόντων, καὶ καταβὰς ἐπὶ τὴν θάλατταν ἐξέπλευσε διὰ ταχέων.

当有人暗中向他报告其他三列桨座战船已经起航,只有他自己的一艘留下来等候时,在讲坛周围的雷吉翁人协助掩护之下,他穿过人群,下到海边,迅速扬帆起航。

§10.6

καὶ κατήχθησαν εἰς Ταυρομένιον τῆς Σικελίας, ὑποδεχομένου καὶ καλοῦντος αὐτοὺς ἔτι πάλαι προθύμως Ἀνδρομάχου τοῦ τὴν πόλιν ἔχοντος καὶ δυναστεύοντος.

他们抵达了西西里的陶罗梅尼翁,统治并占有该城邦的安德罗马库斯早已殷切地欢迎并邀请他们。

§10.7

οὗτος ἦν πατὴρ Τιμαίου τοῦ ἱστορικοῦ, καὶ πολὺ κράτιστος τῶν τότε δυναστευόντων ἐν Σικελίᾳ, γενόμενος τῶν τε ἑαυτοῦ πολιτῶν ἡγεῖτο νομίμως καὶ δικαίως, καὶ πρὸς τοὺς τυράννους φανερὸς ἦν ἀεὶ διακείμενος ἀπεχθῶς καὶ ἀλλοτρίως.

此人是历史学家蒂迈欧斯的父亲,在当时西西里的统治者中远为最出色的人;他依法律与正义治理本邦公民,且显然对僭主们始终抱有深恶痛绝和疏离的态度。

§10.8

διὸ καὶ Τιμολέοντι τότε τὴν πόλιν ὁρμητήριον παρέσχε, καὶ τοὺς πολίτας ἔπεισε συναγωνίζεσθαι τοῖς Κορινθίοις καὶ συνελευθεροῦν τὴν Σικελίαν.

因此,他当时将该城作为行动基地提供给蒂莫里昂,并劝说市民与科林斯人并肩作战,共同解放西西里。

语法注3 条
  1. 10.1τί γὰρ ἂν καὶ περαίνειν ἀπειθῶν

    嵌入间接引语(依附于 ἔφη)中的修辞性疑问句,由 ἄν 与现在时不定式 περαίνειν 构成。它对应直接引语中的潜在希求语气:τί γὰρ ἂν καὶ περαίνοιμι / περάναιμι ἀπειθῶν;(“若不顺从,我又能成就什么呢?”)。

  2. 10.4ἕτερος ἑτέρῳ παραδιδοὺς τὴν αὐτὴν ὑπόθεσιν πρὸς οὐδὲν τέλος, ἀλλὰ διάγοντες ἄλλως τὸν χρόνον

    语法数的不一致(意合构词)。承接谓语动词 ἐχρῶντο 的复数主语(诸位将领),先使用了单数分配分词短语 ἕτερος ἑτέρῳ παραδιδούς(“一人向另一人传递”),随后经由连词 ἀλλά 又回到呼应整体复数主语的现在时分词 διάγοντες(“消磨时间”)。

  3. 10.4ὅσον οὔπω πρὸς τὸν λόγον ἀνίστασθαι

    惯用副词短语 ὅσον οὔπω 意为“差一点点就”、“马上”、“即将”(字面直译为“尚未发生所差无几”)。不定式 ἀνίστασθαι 作 παρέχοντος δόκησιν(“给出……的表象/印象”)的意义补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:10.1-10.8