- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:8.1-8.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在蒂莫里昂筹备西西里远征期间,女祭司的梦兆、德尔斐的神迹以及航行中引导舰队的天火等一系列神意昭示了远征的成功。
γενομένων δὲ τῶν νεῶν ἑτοίμων, καὶ τοῖς στρατιώταις ὧν ἔδει πορισθέντων,1 αἱ μὲν ἱέρειαι τῆς Κόρης ὄναρ ἔδοξαν ἰδεῖν τὰς θεὰς πρὸς ἀποδημίαν τινὰ στελλομένας καὶ λεγούσας ὡς Τιμολέοντι μέλλουσι συμπλεῖν εἰς Σικελίαν.
当船只准备就绪、士兵所需之物皆已筹备完毕时,科瑞的女祭司们觉得自己在梦中看见女神们正打点行装准备远行,并声称她们将与蒂莫里昂一同乘船前往西西里。
διὸ καὶ τριήρη κατασκευάσαντες ἱερὰν οἱ Κορίνθιοι ταῖν θεαῖν ἐπωνόμασαν. αὐτὸς δʼ ἐκεῖνος εἰς Δελφοὺς πορευθεὶς ἔθυσε τῷ θεῷ, καὶ καταβαίνοντος εἰς τὸ μαντεῖον αὐτὸν2 γίνεται σημεῖον.
因此,科林斯人装备了一艘神圣的三列桨座战船,并以二位女神之名命名。〔蒂莫里昂〕本人则前往德尔斐向神献祭;正当他走下神谕所时,出现了一个征兆。
ἐκ γὰρ τῶν κρεμαμένων ἀναθημάτων ταινία τις ἀπορρυεῖσα καὶ φερομένη, στεφάνους ἔχουσα καὶ Νίκας ἐμπεποικιλμένας, περιέπεσε τῇ κεφαλῇ τοῦ Τιμολέοντος, ὡς δοκεῖν αὐτὸν ὑπὸ τοῦ θεοῦ στεφανούμενον ἐπὶ τὰς πράξεις προπέμπεσθαι.
因为从悬挂的供奉品中,一条饰带脱落飘落下来,上面绣有花冠与胜利女神的图案,恰好落在了蒂莫里昂的头上,以致他仿佛是受神之加冕而被送上征程。
ναῦς δὲ Κορινθίας μὲν ἔχων ἑπτά, Κερκυραίας δὲ δύο, καὶ τὴν δεκάτην Λευκαδίων προσπαρασχόντων, ἀνήχθη.
他率领七艘科林斯船、两艘科尔库拉船,再加上留卡斯人提供的第十艘船,驶离了港口。
καὶ νυκτὸς ἐμβαλὼν εἰς τὸ πέλαγος καὶ πνεύματι καλῷ χρώμενος ἔδοξεν αἰφνιδίως ῥαγέντα τὸν οὐρανὸν ὑπὲρ τῆς νεὼς ἐκχέαι πολὺ καὶ περιφανὲς πῦρ.
入夜后,他驶入开阔的海域,顺风航行,此时天空似乎突然在战船上方裂开,倾泻出大量而耀眼的火光。
ἐκ δὲ τούτου λαμπὰς ἀρθεῖσα ταῖς μυστικαῖς ἐμφερὴς καὶ συμπαραθέουσα τὸν αὐτὸν δρόμον, ᾗ μάλιστα τῆς Ἰταλίας ἐπεῖχον οἱ κυβερνῆται, κατέσκηψεν.
从中腾起一团宛如密仪中所用之火炬的火光,伴随着舰队同一航向并行疾驰,最终落在舵手们正对准驶向的意大利那处地方。
οἱ δὲ μάντεις τὸ φάσμα τοῖς ὀνείρασι τῶν ἱερειῶν μαρτυρεῖν ἀπεφαίνοντο, καὶ τὰς θεὰς συνεφαπτομένας τῆς στρατείας προφαίνειν ἐξ οὐρανοῦ τὸ σέλας· εἶναι γὰρ ἱερὰν τῆς Κόρης τὴν Σικελίαν, ἐπεὶ καὶ τὰ περὶ τὴν ἁρπαγὴν αὐτόθι μυθολογοῦσι γενέσθαι καὶ τὴν νῆσον ἐν τοῖς γάμοις ἀνακαλυπτήριον3 αὐτῇ δοθῆναι.
占卜官们断言,这一异象印证了女祭司们的梦兆,表明女神们正参与这次远征,并从天上显现其光华;因为西西里乃是科瑞的圣地,这是由于传说关于她被掠夺之事就发生在那里,且这座岛屿在婚礼上作为揭纱之礼赠予了她。
- 8.1ὧν ἔδει πορισθέντων
关系代词 ὧν 受表示“需要”且支配属格的无人称动词 ἔδει 直接支配而取属格,其省略的先行词(τούτων)则作为分词 πορισθέντων 的逻辑主语构成独立属格结构。
- 8.2καταβαίνοντος εἰς τὸ μαντεῖον αὐτὸν
分词 καταβαίνοντος 构成了未明示主语的独立属格结构(或底本传抄中原有的属格 αὐτοῦ 变异为宾格 αὐτόν);宾格 αὐτόν 则作后面 γίνεται σημεῖον 的受影响宾语或松散的宾格补足成分,意为“当他走下神谕所时,一个征兆临到了他身上”。
- 8.8ἀνακαλυπτήριον
名词 ἀνακαλυπτήριον 在带有被动不定词 δοθῆναι 的结构中作 τὴν νῆσον 的述语宾格(述语同位语),指古希腊婚礼中新娘揭开面纱时新郎或长辈所赠送的“揭纱礼品”。
