← 普鲁塔克

提摩莱隆传

§7.1-7.7

蒂莫里昂当选将领与希刻塔斯的背叛

蒂莫里昂因弑兄的悲痛退隐政坛近二十年后,被选为西西里远征军将领;然而一封来信揭露了求援者希刻塔斯已变节勾结迦太基人,被激怒的科林斯人遂群情奋起,合力支持远征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

τὸ δὲ Τιμολέοντος ἐπὶ τοῖς πεπραγμένοις πάθος, εἴτʼ οἶκτος ἦν τοῦ τεθνηκότος εἴτε τῆς μητρὸς αἰδώς, οὕτω κατέκλασε καί συνέτριψεν αὐτοῦ τὴν διάνοιαν ὥστʼ εἴκοσι σχεδὸν ἐτῶν διαγενομένων μηδεμιᾶς ἐπιφανοῦς μηδὲ πολιτικῆς ἅψασθαι πράξεως, ἀναγορευθέντος οὖν αὐτοῦ, καί τοῦ δήμου προθύμως δεξαμένου καί χειροτονήσαντος, ἀναστὰς Τηλεκλείδης ὁ τότε καί δυνάμει καί δόξῃ πρωτεύων ἐν τῇ πόλει, παρεκάλει τὸν Τιμολέοντα περὶ τὰς πράξεις ἀγαθὸν ἄνδρα εἶναι καί γενναῖον. ἂν μὲν γὰρ ἔφη, καλῶς ἀγωνίσῃ, τύραννον ἀνῃρηκέναι δόξομεν, ἂν δὲ φαύλως, ἀδελφόν.1

然而,蒂莫里昂因所发生之事而陷入的痛苦——无论是出于对死者的怜悯,还是出于对母亲的敬畏与羞愧——竟如此彻底地粉碎摧垮了他的精神,以致在将近二十年的岁月中,他从未插手过任何显赫的事业或政治活动。因此,当他被提名,民众热切地接纳并举手表决予以任命时,当时在城中权势与威望均居首位的忒勒克勒得斯站起身来,勉励蒂莫里昂在行动中务必做一个英勇高尚的人。 “因为,”他说,“你若作战英勇,世人将认为我们诛杀了一个僭主;但你若表现拙劣,世人便会认为我们杀害了亲兄弟。”

§7.3

παρασκευαζομένου δὲ τοῦ Τιμολέοντος τὸν ἔκπλουν καί στρατιώτας συνάγοντος, ἐκομίσθη γράμματα πρὸς τοὺς Κορινθίους παρʼ Ἱκέτου μηνύοντα τὴν μεταβολὴν αὐτοῦ καί προδοσίαν.

正当蒂莫里昂筹备启航并招募兵士之时,希刻塔斯给科林斯人送来了一封书信,暴露了他的变节与背叛。

§7.4

ὡς γὰρ τάχιστα τοὺς πρέσβεις ἐξέπεμψε, τοῖς Καρχηδονίοις προσθέμενος ἀναφανδὸν ἔπραττε μετʼ ἐκείνων ὅπως Διονύσιον ἐκβαλὼν Συρακουσῶν αὐτὸς ἔσται τύραννος.

因为他刚刚派出使节,便立刻倒向迦太基人,公开与他们共谋,企图在将狄奥尼修斯逐出叙拉古之后,由自己充当僭主。

§7.5

καί δεδοικώς μὴ πρότερον ἐλθούσης ἐκ Κορίνθου δυνάμεως καί στρατηγοῦ διαφύγωσιν αἱ πράξεις αὐτόν, ἔπεμψεν ἐπιστολὴν τοῖς Κορινθίοις φράζουσαν ὡς οὐδὲν δέον2 πράγματα καί δαπάνας ἔχειν αὐτούς πλέοντας εἰς Σικελίαν καί κινδυνεύοντας, ἄλλως τε καί Καρχηδονίων ἀπαγορευόντων καί παραφυλαττομένων ναυσὶ πολλαῖς τὸν στόλον, οὓς αὐτὸς ἀναγκασθεὶς ἐκείνων βραδυνόντων ποιήσαιτο3 συμμάχους ἐπὶ τὸν τύραννον.

他唯恐科林斯派遣的军队和统帅先期抵达,使自己的图谋落空,遂致信科林斯人,声称他们完全不必航行至西西里冒险,徒增劳累与开销;尤其是因为迦太基人明令禁止,并正以众多战舰密切巡视拦截舰队,而由于他们〔科林斯人〕行动迟缓,他自己被迫将这些人结为同盟以对抗僭主。

§7.7

τούτων δὲ τῶν γραμμάτων ἀναγνωσθέντων, εἰ καί τις ἠπίως εἶχε πρότερον τῶν Κορινθίων πρὸς τὴν στρατείαν, τότε πάντας ἡ πρὸς τὸν Ἱκέτην ὀργὴ παρώξυνεν, ὥστε συγχορηγῆσαι προθύμως τῷ Τιμολέοντι καί συμπαρασκευάσαι τὸν ἔκπλουν.

当这封信被宣读后,即便科林斯人先前有对远征态度冷淡者,此时对希刻塔斯的愤怒也激怒了所有人,以致他们踊跃地为蒂莫里昂资助经费,并合力协助筹备起航。

语法注3 条
  1. 7.2τύραννον ἀνῃρηκέναι δόξομεν, ἂν δὲ φαύλως, ἀδελφόν

    后半句“ἂν δὲ φαύλως, ἀδελφόν”承前省略了动词“δόξομεν”与不定式“ἀνῃρηκέναι”,意即“δόξομεν ἀδελφὸν ἀνῃρηκέναι”。第一人称复数“δόξομεν”(我们将被认为)不仅指蒂莫里昂个人,也包括了批准并支持其行动的忒勒克勒得斯本人以及整个科林斯城邦集体在世人眼中的声誉。

  2. 7.5ὡς οὐδὲν δέον

    此处由连词“ὡς”与非人称动词“δεῖ”的中性单数宾格分词“δέον”构成绝对宾格结构(accusative absolute),用于在间接引语中表达发信人(希刻塔斯)的主观借口或论调(“声称根本无需……”)。不定式短语的逻辑主语为后文带有分词的“αὐτούς πλέοντας...”。

  3. 7.6ποιήσαιτο

    关系从句中的希求语气,属于受主句过去时动词“ἔπεμψεν”管辖的斜格希求法(optativus obliquus)。在直接引语中原本为不定过去时直陈式(ἐποιήσατο)或完成时(πεποίηται),转入间接引语后变为希求法,以标明这是希刻塔斯在书信中所陈述的主观托词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:7.1-7.7