← 普鲁塔克

提摩莱隆传

§6.1-6.7

关于理性信念与消除悔恨的论述

作者论述了判断若无哲学与理性支持则脆弱易摇,并通过雅典人福基翁和洛克里的阿里斯提德斯的事例,阐明坚定信念对于行事后不生懊悔的重要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

οὕτως αἱ κρίσεις, ἂν μὴ βεβαιότητα καὶ ῥώμην ἐκ λόγου καὶ φιλοσοφίας προσλάβωσιν ἐπὶ τὰς πράξεις, σείονται καὶ παραφέρονται ῥᾳδίως ὑπὸ τῶν τυχόντων ἐπαίνων καὶ ψόγων, ἐκκρουόμεναι τῶν οἰκείων λογισμῶν,1 δεῖ γὰρ οὐ μόνον, ὡς ἔοικε, τὴν πρᾶξιν καλὴν εἶναι καὶ δικαίαν, ἀλλὰ καὶ τὴν δόξαν, ἀφʼ ἧς πράττεται, μόνιμον καὶ ἀμετάπτωτον, ἵνα πράττωμεν δοκιμάσαντες, μηδʼ ὥσπερ οἱ λίχνοι τὰ πλήσμια τῶν ἐδεσμάτων ὀξυτάτῃ διώκοντες ἐπιθυμίᾳ τάχιστα δυσχεραίνουσιν ἐμπλησθέντες, οὕτως ἡμεῖς ἐπὶ ταῖς πράξεσι συντελεσθείσαις ἀθυμῶμεν2 διʼ ἀσθένειαν ἀπομαραινομένης τῆς τοῦ καλοῦ φαντασίας.

由此可见,人的判断若未从理性与哲学中为其实践吸纳坚定与力量,便极易受到随意的赞扬与谴责的动摇与摆布,从而脱离自身原有的理智筹划。因为看来不仅行为本身必须高尚而正义,而且促发行为的见识也必须坚定不移、不可动摇,这样我们方能审慎考量而后行动;免得如同贪吃之人,以最炽烈的食欲追逐容易致饱的油腻之物,一旦吃饱又立刻感到厌恶恶心,我们也同样在行动完成之后,因自身的软弱导致对高尚之物的理念逐渐褪色,从而陷入沮丧。

§6.4

αἰσχρὸν γὰρ ἡ μετάνοια ποιεῖ καὶ τὸ καλῶς πεπραγμένον, ἡ δʼ ἐξ ἐπιστήμης ὡρμημένη καὶ λογισμοῦ προαίρεσις οὐδʼ ἂν πταίσωσιν αἱ πράξεις μεταβάλλεται.

因为悔恨甚至能使善行亦变得可耻,而源于真知与理性的决意,即便行动受挫,亦决不改变。

§6.5

διὸ Φωκίων μὲν ὁ Ἀθηναῖος τοῖς ὑπὸ Λεωσθένους πραττομένοις ἐναντιωθείς, ἐπειδὴ κατορθοῦν ἐκεῖνος ἐδόκει καὶ θύοντας ἑώρα καὶ μεγαλαυχουμένους τῇ νίκῃ τοὺς Ἀθηναίους, εἶπεν ὡς ἐβούλετο ἂν αὑτῷ ταῦτα μὲν πραχθῆναι, βεβουλεῦσθαι δʼ ἐκεῖνα·3

因此,雅典人福基翁虽然曾反对莱奥斯忒涅斯的企图,但当看到对方似乎马到成功、雅典人为此献祭并夸耀胜利时,他却说道,他本希望这些事固然是由自己成就的,而〔由自己〕谋划的则是那些事。

§6.6

σφοδρότερον δʼ Ἀριστείδης ὁ Λοκρός,4 εἷς ὢν τῶν Πλάτωνος ἑταίρων, αἰτοῦντος μὲν αὐτὸν γυναῖκα Διονυσίου τοῦ πρεσβυτέρου μίαν τῶν θυγατέρων, ἥδιον ἂν ἔφη νεκρὰν ἰδεῖν τὴν κόρην ἢ τυράννῳ συνοικοῦσαν, ἀποκτείναντος δὲ τοὺς παῖδας αὐτοῦ μετʼ ὀλίγον χρόνον τοῦ Διονυσίου καὶ πυθομένου πρὸς ὕβριν εἰ τὴν αὐτὴν ἔτι γνώμην ἔχοι περὶ τῆς ἐκδόσεως τῶν θυγατέρων, ἀπεκρίνατο τοῖς μὲν γεγενημένοις λυπεῖσθαι, τοῖς δʼ εἰρημένοις μὴ μεταμέλεσθαι. ταῦτα μὲν οὖν ἴσως μείζονος καὶ τελειοτέρας ἀρετῆς ἐστι.

洛克里的阿里斯提德斯——柏拉图的一位友人——表现得尤为刚烈:当老狄奥尼修斯向他求娶一位女儿为妻时,他说宁愿看见女儿死去,也不愿看见她与僭主同床共枕;不久之后狄奥尼修斯杀害了他的子女,并傲慢地质问他关于嫁女之事如今是否依然持同一看法,他回答说,自己为发生的事感到悲痛,却绝不为说过的话后悔。不过,这些境界或许属于更高大、更圆满的德性吧。

语法注4 条
  1. 6.1ἐκκρουόμεναι τῶν οἰκείων λογισμῶν

    分词 ἐκκρουόμεναι 为与 αἱ κρίσεις 一致的现在被动态分词。基于其“被撞出、被偏离”的原义,所带的属格 τῶν οἰκείων λογισμῶν 作分离属格用。

  2. 6.3ἵνα πράττωμεν δοκιμάσαντες, μηδʼ ὥσπερ ... οὕτως ἡμεῖς ... ἀθυμῶμεν

    在 ἵνα 引导的目的从句中嵌入了 ὥσπερ ... οὕτως 的比较结构。从句中由 μηδέ 连接并列的两个虚拟式动词为前半部分的 πράττωμεν 与后半部分的 ἀθυμῶμεν(“以便我们在审慎之后行动,且不至于像……那样陷入沮丧”)。

  3. 6.5ἐβούλετο ἂν αὑτῷ ταῦτα μὲν πραχθῆναι, βεβουλεῦσθαι δʼ ἐκεῖνα

    指示代词的对比中,ταῦτα 指代眼前刚刚发生的事(莱奥斯忒涅斯的实际战果与胜利),而 ἐκεῖνα 指代时间上较远、已成过往的自身提议(福基翁此前主张的谨慎方略)。与格 αὑτῷ 在两个被动不定词(πραχθῆναι 与 βεβουλεῦσθαι)中作施事或利害与格。ἐβούλετο ἄν 带有与事实相反的愿望色彩(“他宁愿……”)。

  4. 6.6σφοδρότερον δʼ Ἀριστείδης ὁ Λοκρός

    此处为一个省略了谓语动词的简练过渡句。比较级副词 σφοδρότερον 修饰后文的 ἔφη(或语境中隐含的“回答/行动”之意),表明阿里斯提德斯的态度比福基翁更为激烈决绝。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:6.1-6.7