- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:38.1-38.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了锡拉库萨人对失明的提摩利昂所展现的崇高敬意,以及遇到重大议题时用挽车将他迎入公民大会以听取其意见的礼遇。
ἐκεῖνον μὲν οὖν αὐτὸν ὑπομείναντα τὴν συμφορὰν ἀλύπως ἧττον ἄν τις θαυμάσειε· τῶν δὲ Συρακουσίων ἄξιον ἄγασθαι τὴν πρὸς τὸν ἄνδρα τιμὴν καὶ χάριν ἣν ἐπεδείξαντο πεπηρωμένῳ, φοιτῶντες ἐπὶ θύρας αὐτοὶ καὶ τῶν ξένων τοὺς παρεπιδημοῦντας ἄγοντες εἰς τὴν οἰκίαν καὶ τὸ χωρίον, ὅπως θεάσαιντο τὸν εὐεργέτην αὑτῶν, ἀγαλλόμενοι καὶ μέγα φρονοῦντες ὅτι παρʼ αὐτοῖς εἵλετο καταζῆσαι τὸν βίον, οὕτω λαμπρᾶς ἐπανόδου τῆς εἰς τὴν Ἑλλάδα παρεσκευασμένης αὐτῷ διὰ τῶν εὐτυχημάτων καταφρονήσας.1
因此,对于他本人毫无怨戚地承受了这一不幸,人们或许不会感到太大的惊奇;然而锡拉库萨人在他失明之后向他所展现的崇敬与感激,却值得赞叹。他们亲自登门拜访,并将客居于此的异乡人引至他的住宅和庄园,以便让他们瞻仰自己的恩人;他们欣喜而无比自豪,因为他鄙弃了凭借种种功业本已为他准备好的如此辉煌的重返希腊归程,反而选择在他们身边度过余生。
πολλῶν δὲ καὶ μεγάλων εἰς τὴν ἐκείνου τιμὴν γραφομένων καὶ πραττομένων οὐδενὸς ἧττον ἦν τὸ ψηφίσασθαι2 τὸν τῶν Συρακουσίων δῆμον, ὁσάκις συμπέσοι πόλεμος αὐτοῖς πρὸς ἀλλοφύλους, Κορινθίῳ χρῆσθαι στρατηγῷ.
在为表彰他的功勋而制定的诸多宏大决议和举措中,锡拉库萨人民所议决的“凡对异族作战,一律起用科林斯人担任统帅”这一条,其意义不亚于任何其他措施。
καλὴν δὲ καὶ τὸ περὶ τὰς ἐκκλησίας γινόμενον ὄψιν εἰς τιμὴν αὐτοῦ παρεῖχε· τὰ γὰρ ἄλλα διʼ αὑτῶν κρίνοντες ἐπὶ τὰς μείζονας διασκέψεις ἐκεῖνον ἐκάλουν.
此外,公民大会上的情景也展现出一幅彰显其荣耀的美好景象;因为公民们自行决定其余事务,唯独遇到重大审议时才将他请来。
ὁ δὲ κομιζόμενος διʼ ἀγορᾶς ἐπὶ ζεύγους πρὸς τὸ θέατρον ἐπορεύετο καὶ τῆς ἀπήνης, ὥσπερ ἐτύγχανε καθήμενος,3 εἰσαγομένης, ὁ μὲν δῆμος ἠσπάζετο μιᾷ φωνῇ προσαγορεύων αὐτόν, ὁ δʼ ἀντασπασάμενος καὶ χρόνον τινὰ δοὺς ταῖς εὐφημίαις καὶ τοῖς ἐπαίνοις, εἶτα διακούσας τὸ ζητούμενον, ἀπεφαίνετο γνώμην.
他乘着一辆挽车穿过集市来到剧场;当马车被引入场内,他就这样坐着,民众便齐声向他欢呼问候。他在回礼并留出一些时间任凭众人欢呼赞颂之后,仔细倾听所要探讨的问题,随后发表自己的见解。
ἐπιχειροτονηθείσης δὲ ταύτης οἱ μὲν ὑπηρέται πάλιν ἀπῆγον διὰ τοῦ θεάτρου τὸ ζεῦγος, οἱ δὲ πολῖται βοῇ καὶ κρότῳ προπέμψαντες ἐκεῖνον ἤδη τὰ λοιπὰ τῶν δημοσίων καθʼ αὑτοὺς ἐχρημάτιζον.
一旦这一见解以举手表决获得通过,仆役们便再次穿过剧场将挽车引回,而公民们用欢呼和掌声送走他之后,便开始由自己去办理其余的公共事务。
- 38.3οὕτω λαμπρᾶς ἐπανόδου τῆς εἰς τὴν Ἑλλάδα παρεσκευασμένης αὐτῷ διὰ τῶν εὐτυχημάτων καταφρονήσας
主格阳性单数分词 καταφρονήσας 与上文 εἵλετο 的主语(提摩利昂)保持一致,意为“鄙弃/不顾”。由于动词 καταφρονέω 支配属格,因而短语 οὕτω λαμπρᾶς ἐπανόδου(连同完成时被动分词 παρεσκευασμένης)充当 καταφρονήσας 的属格宾语,而非独立属格结构。
- 38.4οὐδενὸς ἧττον ἦν τὸ ψηφίσασθαι
带冠词不定式短语 τὸ ψηφίσασθαι ... χρῆσθαι στρατηγῷ 作整句的主语,系动词 ἦν 带有比较级短语 οὐδενὸς ἧττον(字面为“不逊于任何事物”)作表语。该结构与句首的独立属格 πολλῶν δὲ καὶ μεγάλων ... γραφομένων καὶ πραττομένων(“尽管许多重大举措被提出并实施”)相呼应,强调了这一决议的分量尤为突出。
- 38.6ὥσπερ ἐτύγχανε καθήμενος
这是 τυγχάνω 搭配分词的结构,但此处与副词 ὥσπερ(“正如”)连用,并非强调偶然性,而是表示现有姿态或状态的保持,即“就以他原本坐着的姿势”。它表明提摩利昂并未下车,而是连车带人以坐姿直接被迎入剧场之内。
