← 普鲁塔克

提摩莱隆传

§37.1-37.10

包容指控者与因失明而隐退

提摩利昂泰然面对民众领袖的指控以昭示法治与言论自由的实现,并在功成圆满平定西西里后,因家族遗传病失明而主动辞去最高权力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1

ἐπεὶ δὲ χρῆν, ὡς ἔοικεν, οὐ μόνον πᾶσι κορυδαλλοῖς λόφον ἐγγίγνεσθαι, κατὰ Σιμωνίδην, ἀλλὰ καὶ πάσῃ δημοκρατίᾳ συκοφάντην, ἐπεχείρησαν καὶ Τιμολέοντι δύο τῶν δημαγωγῶν, Λαφύστιος καὶ Δημαίνετος.

然而,看来既然不仅如西蒙尼得斯所言每只百灵鸟都注定会长出羽冠,而且每个民主政体也注定会产生告密之徒,两位民众领袖拉费斯提乌斯与德迈内托斯也对提摩利昂发难了。

§37.2

ὧν Λαφυστίου μὲν αὑτὸν πρός τινα δίκην κατεγγυῶντος οὐκ εἴα θορυβεῖν οὐδὲ κωλύειν τοὺς πολίτας· ἑκὼν γὰρ αὐτὸς ὑπομεῖναι1 τοσούτους πόνους καὶ κινδύνους ὑπὲρ τοῦ τοῖς νόμοις χρῆσθαι τὸν βουλόμενον Συρακουσίων· τοῦ δὲ Δημαινέτου πολλὰ κατηγορήσαντος ἐν ἐκκλησίᾳ τῆς στρατηγίας, πρός ἐκεῖνον μὲν οὐδὲν ἀντεῖπε, τοῖς δὲ θεοῖς ἔφη χάριν ὀφείλειν, οἷς εὔξατο Συρακουσίους ἐπιδεῖν τῆς παρρησίας κυρίους γενομένους.

当拉费斯提乌斯企图强求他为某桩诉讼提供保释时,提摩利昂不许公民们骚动或加以阻止;因为他说,自己之所以自愿承受如此众多的辛劳与危险,正是为了让任何愿意诉诸法律的锡拉库萨人都能运用法律;而当德迈内托斯在公民大会上对他的军事指挥大加指责时,他并未对此人作任何反驳,只是表示自己感激诸神,因为他曾向诸神祈求能够亲眼目睹锡拉库萨人获得畅所欲言的自由。

§37.4

μέγιστα δʼ οὖν καὶ κάλλιστα τῶν καθʼ αὑτὸν Ἑλλήνων ὁμολογουμένως διαπραξάμενος ἔργα, καὶ μόνος, ἐφʼ ἃς οἱ σοφισταὶ διὰ τῶν λόγων τῶν πανηγυρικῶν ἀεὶ παρεκάλουν πράξεις τοὺς Ἕλληνας, ἐν ταύταις ἀριστεύσας, καὶ τῶν μὲν αὐτόθι κακῶν, ἃ τὴν ἀρχαίαν Ἑλλάδα κατέσχεν, ὑπὸ τῆς τύχης προεκκομισθεὶς ἀναίμακτος καὶ καθαρός, ἐπιδειξάμενος δὲ δεινότητα μὲν καὶ ἀνδρείαν τοῖς βαρβάροις καὶ τοῖς τυράννοις, δικαιοσύνην δὲ καὶ πρᾳότητα τοῖς Ἕλλησι καὶ τοῖς φίλοις, τὰ δὲ πλεῖστα τρόπαια τῶν ἀγώνων ἀδάκρυτα καὶ ἀπενθῆ τοῖς πολίταις καταστήσας, καθαρὰν δὲ τὴν Σικελίαν ἐν οὐδʼ ὅλοις ἔτεσιν ὀκτὼ ἀϊδίων καὶ συνοίκων κακῶν καὶ νοσημάτων παραδοὺς τοῖς κατοικοῦσιν, ἤδη πρεσβύτερος ὢν ἀπημβλύνθη τὴν ὄψιν,2 εἶτα τελέως ἐπηρώθη μετʼ ὀλίγον, οὔτε αὐτὸς ἑαυτῷ πρόφασιν παρασχών οὔτε παροινηθεὶς ὑπὸ τῆς τύχης, ἀλλὰ συγγενικῆς τινος, ὡς ἔοικεν, αἰτίας καὶ καταβολῆς ἅμα τῷ χρόνῳ συνεπιθεμένης· λέγονται γὰρ οὐκ ὀλίγοι τῶν κατὰ γένος αὐτῷ προσηκόντων ὁμοίως ἀποβαλεῖν τὴν ὄψιν ὑπὸ γήρως ἀπομαρανθεῖσαν.

无论如何,提摩利昂无可争议地立下了同时代希腊人中最伟大、最辉煌的功业,并且独步天下,在智者们通过节日演讲不断号召希腊人去履行的那些伟业中拔得头筹;他被命运之神先行引离,因而未染鲜血、干干净净地摆脱了笼罩古老希腊本土的种种灾难,对异族人和僭主展现了高超才能与英勇,对希腊同胞与友人则展现了正义与温和;他使绝大多数战役的胜利纪念碑都不带给公民泪水与哀悼,并在不满八年的时间里,将一个彻底清除了连绵而根深蒂固的祸患与疾病的西西里交还给当地居民;此时他已年事渐高,视力开始衰退,不久便彻底失明;这既非他本人自招祸端,亦非受到命运的肆意摧残,而似乎是某种家族遗传的病因与体质随岁月一同发作所致;因为据说与他有血缘关系的亲属中,有相当多的人同样失去了因年老而衰退的视力。

§37.9

ὁ δὲ Ἄθανις ἔτι συνεστῶτος τοῦ πρός Ἵππωνα πολέμου καὶ Μάμερκον, ἐν Μυλαῖς ἐπὶ στρατοπέδου φησὶν ἀπογλαυκωθῆναι τὴν ὄψιν αὐτοῦ, καὶ πᾶσι φανερὰν γενέσθαι τὴν πήρωσιν, οὐ μὴν ἀποστῆναι διὰ τοῦτο τῆς πολιορκίας, ἀλλʼ ἐμμείναντα τῷ πολέμῳ λαβεῖν τοὺς τυράννους· ὡς δὲ ἐπανῆλθεν εἰς Συρακούσας, εὐθὺς ἀποθέσθαι τὴν μοναρχίαν καὶ παραιτεῖσθαι τοὺς πολίτας,3 τῶν πραγμάτων εἰς τὸ κάλλιστον ἡκόντων τέλος.

但阿塔尼斯称,当针对希蓬与马梅尔库斯的战争仍在继续时,他在米莱的军营中视力便已因白内障而昏暗,其目盲已为众人所共知,但他并未因此放弃围城,而是坚持作战直至生擒了僭主;并且在返回锡拉库萨后,鉴于大局已告圆满,他随即卸下了独裁权力,请求公民准予他退隐。

语法注3 条
  1. 37.2ἑκὼν γὰρ αὐτὸς ὑπομεῖναι

    间接引语(间接叙述)中的不定式结构。承接前文主句动词引出的转述含义,在由解释性连词 γάρ 引导的分句中使用了不定式 ὑπομεῖναι。因不定式的逻辑主语与转述的主体(提摩利昂本人)一致,故采用主格 αὐτός 而非宾格。

  2. 37.4μέγιστα δʼ οὖν ... ἀπημβλύνθη τὴν ὄψιν

    长大的圆句(周期句)结构。以一连串主格分词(διαπραξάμενος、ἀριστεύσας、προεκκομισθείς、ἐπιδειξάμενος、καταστήσας、παραδούς、ὤν)总括主语先前的各项辉煌伟业,随后才引出句子的主动词 ἀπημβλύνθη(及其后的 ἐπηρώθη)。其中的 τὴν ὄψιν 为表示受影响范围的“关系宾格(所谓希腊式宾格)”。

  3. 37.10παραιτεῖσθαι τοὺς πολίτας

    动词 παραιτέομαι 接表示人的宾格(τοὺς πολίτας),意为“请求公民准其引退/请求免除职务”。此不定式由前文中的 φησίν 所统辖,属于间接引语,与放弃权力(ἀποθέσθαι)并列,表示他向公民请求卸职归隐。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:37.1-37.10