- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:39.1-39.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提摩莱昂因年迈去世,锡拉库萨人举行了极其隆重的国葬,宣读颂扬其功绩的布告,在集市为其修建陵墓与角力场,并在他奠定的法令下长久繁荣。
ἐν τοιαύτῃ δὲ γηροτροφούμενος τιμῇ μετʼ εὐνοίας, ὥσπερ πατὴρ κοινός, ἐκ μικρᾶς προφάσεως τῷ χρόνῳ συνεφαψαμένης1 ἐτελεύτησεν.
他就这样在一片好意与敬意中安度晚年,宛如大家共同的父亲;后来,一个微小的诱因与年迈结合,他与世长辞。
ἡμερῶν δὲ δοθεισῶν τοῖς μὲν Συρακουσίοις εἰς τὸ παρασκευάσαι τὰ περὶ τὴν ταφήν, τοῖς δὲ περιοίκοις καὶ ξένοις εἰς τὸ συνελθεῖν, τά τʼ ἄλλα λαμπρᾶς χορηγίας ἔτυχε, καὶ τὸ λέχος οἱ ψήφῳ τῶν νεανίσκων προκριθέντες ἔφερον κεκοσμημένον διὰ τῶν Διονυσίου τυραννείων τότε κατεσκαμμένων.
锡拉库萨人得到了筹备葬仪所需的天数,周围的居民和外邦人也得到了前来进行聚会的天数;葬礼在其他各方面都获得了极尽奢华的资助。经投票从年轻人中遴选出来的人,抬着装饰华丽的灵柩,穿过当时已被彻底夷平的狄奥尼修斯的僭主城堡。
προὔπεμπον δὲ πολλαὶ μυριάδες ἀνδρῶν καὶ γυναικῶν, ὧν ὄψις μὲν ἦν ἑορτῇ πρέπουσα, πάντων ἐστεφανωμένων καὶ καθαρὰς ἐσθῆτας φορούντων, φωναὶ δὲ καὶ δάκρυα συγκεκραμένα τῷ μακαρισμῷ τοῦ τεθνηκότος οὐ τιμῆς ἀφοσίωσιν οὐδὲ λειτουργίαν ἐκ προβουλεύματος,2 ἀλλὰ πόθον δίκαιον ἐπεδείκνυντο καὶ χάριν ἀληθινῆς εὐνοίας.
成千上万的男女送行,他们所有人都头戴花冠,身穿洁白的服饰,景象正如节庆一般;然而,伴随着对逝者祝颂的声音与眼泪,所展现的决非例行公事的表敬,亦非按预案决议履行的役务,而是正当的追思与真挚善意的感激。
τέλος δὲ τῆς κλίνης ἐπὶ τὴν πυρὰν τεθείσης Δημήτριος, ὃς ἦν μεγαλοφωνότατος τῶν τότε κηρύκων, γεγραμμένον ἀνεῖπε κήρυγμα τοιοῦτον·
最终,当停尸榻被置于柴堆之上时,当时嗓音最为洪亮的传令官德米特里乌斯宣读了如下写好的布告:
"ὁ δῆμος ὁ Συρακουσίων Τιμολέοντα Τιμοδήμου Κορίνθιον τόνδε θάπτει μὲν διακοσίων μνῶν,3 ἐτίμησε δʼ εἰς τὸν ἅπαντα χρόνον ἀγῶσι μουσικοῖς, ἱππικοῖς, γυμνικοῖς, ὅτι τοὺς τυράννους καταλύσας καὶ τοὺς βαρβάρους καταπολεμήσας καὶ τὰς μεγίστας τῶν ἀναστάτων πόλεων οἰκίσας ἀπέδωκε τοὺς νόμους τοῖς Σικελιώταις."
“锡拉库萨人民耗资二百明那,为这位科林斯人、提摩德穆斯之子提摩莱昂举行葬礼,并以音乐、赛马和体育竞技永远向他致敬,因为他推翻了诸僭主,在战争中击败了蛮族,重建了遭到荒废的各大城邦,并将法律归还给了西西里的希腊人。”
ἐποιήσαντο δὲ τὴν ταφὴν τοῦ σώματος ἐν ἀγορᾷ, καὶ στοὰς ὕστερον περιβαλόντες καὶ παλαίστρας ἐνοικοδομήσαντες γυμνάσιον τοῖς νέοις ἀνῆκαν καὶ Τιμολεόντειον προσηγόρευσαν.
他们将他的遗体安葬在集市中,后来在其周围筑起柱廊,建起摔跤场,将其作为献给青年人的角力学校,并命名为‘提摩莱昂馆’。
αὐτοὶ δὲ χρώμενοι πολιτείᾳ καὶ νόμοις οὓς ἐκεῖνος κατέστησεν, ἐπὶ πολὺν χρόνον εὐδαιμονοῦντες διετέλεσαν.
而他们自己则施行提摩莱昂所确立的政制和法律,长久享有福祉。
- 39.1ἐκ μικρᾶς προφάσεως τῷ χρόνῳ συνεφαψαμένης
名词 πρόφασις 指微小的直接诱因或病患,分词 συνεφαψαμένης 支配与格 τῷ χρόνῳ(此处指岁月、老迈),意为“与……相结合”或“协助”。整个短语表达轻微的病因与年迈体衰共同导致了他的去世。
- 39.3οὐ τιμῆς ἀφοσίωσιν οὐδὲ λειτουργίαν ἐκ προβουλεύματος
该分句的主语是 φωναὶ καὶ δάκρυα,主谓语是 ἐπεδείκνυντο。被否定词 οὐ... οὐδέ 引出的宾格短语 ἀφοσίωσιν 和 λειτουργίαν 是其直接宾语,并与后面的 ἀλλὰ πόθον... καὶ χάριν 形成对比。ἀφοσίωσις 指形式主义的履行义务,λειτουργίαν ἐκ προβουλεύματος 指依据政务会预案履行的公役,意在说明哀悼绝非出于公法上被动的例行公事,而是发自内心的真情。
- 39.5διακοσίων μνῶν
依附于动词 θάπτει 的表示代价/费用的属格(genitive of price),表明由公共财政出资二百明那来操办葬礼。
