- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:36.1-36.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提摩利昂的功业因不显勉强与艰辛、游刃有余而不同于同时代其他伟大将领,而他本人也将成功归于神明与命运。他未返故里,留在锡拉库萨与家人安度余生,亲眼见证自己带给众人的福祉。
πολλῶν γοῦν κατʼ αὐτὸν Ἑλλήνων μεγάλων γενομένων καὶ μεγάλα κατεργασαμένων, ὧν καὶ Τιμόθεος ἦν καὶ Ἀγησίλαος καὶ Πελοπίδας καὶ ὁ μάλιστα ζηλωθεὶς ὑπὸ Τιμολέοντος Ἐπαμεινώνδας, αἱ μὲν ἐκείνων πράξεις βίᾳ τινὶ καὶ πόνῳ τὸ λαμπρὸν ἐξενηνόχασι μεμιγμένον, ὥστε καὶ μέμψιν ἐνίαις ἐπιγίνεσθαι καὶ μετάνοιαν, τῶν δὲ Τιμολέοντος ἔργων, ἔξω λόγου θεμένοις1 τὴν περὶ τὸν ἀδελφὸν ἀνάγκην, οὐδέν ἐστιν ᾧ μὴ τὰ τοῦ Σοφοκλέους, ὥς φησι Τίμαιος, ἐπιφωνεῖν ἔπρεπεν "ὦ θεοί, τίς ἆρα Κύπρις ἢ τίς Ἵμερος τοῦδε ξυνήψατο;"
无论如何,在他那个时代涌现出了许多伟大的希腊人,并建立了丰功伟业,其中包括蒂莫西乌斯、阿格西劳斯、佩洛皮达斯,以及提摩利昂最为推崇的伊巴密浓达;然而他们的功业所焕发的光彩中,却掺杂着某种勉强与辛劳,以致有些作为甚至招致了责难与悔恨;但对于提摩利昂的伟业而言,若将关于他兄长的那件迫不得已之事撇开不论,便没有哪一件不宜用索福克勒斯的诗句来加以赞叹,正如蒂迈欧所言: “诸神啊,究竟是哪位塞浦路斯女神,或是哪位爱欲之神, 曾着手襄助此事?”
καθάπερ γὰρ ἡ μὲν Ἀντιμάχου ποίησις καὶ τὰ Διονυσίου ζῳγραφήματα, τῶν Κολοφωνίων, ἰσχὺν ἔχοντα καὶ τόνον ἐκβεβιασμένοις καὶ καταπόνοις ἔοικε, ταῖς δὲ Νικομάχου γραφαῖς καὶ τοῖς Ὁμήρου στίχοις μετὰ τῆς ἄλλης δυνάμεως καὶ χάριτος πρόσεστι τὸ δοκεῖν εὐχερῶς καὶ ῥᾳδίως ἀπειργάσθαι, οὕτως παρὰ τὴν Ἐπαμεινώνδου στρατηγίαν καὶ τὴν Ἀγησιλάου, πολυπόνους γενομένας καὶ δυσάγωνας, ἡ Τιμολέοντος ἀντεξεταζομένη, καὶ μετὰ τοῦ καλοῦ πολὺ τὸ ῥᾴδιον ἔχουσα, φαίνεται τοῖς εὖ καὶ δικαίως λογιζομένοις οὐ τύχης ἔργον, ἀλλʼ ἀρετῆς εὐτυχούσης.
正如同为科罗丰人的安提马库斯的诗作与狄奥尼修斯的画作,虽具力量与张力,却显得刻意造作且饱含艰辛,而尼科马库斯的画作与荷马的诗句,在兼具其他力量与优美之外,更附带有一种看似随手写就、举重若轻的风致;同样,与伊巴密浓达及阿格西劳斯历尽千辛万苦、充满艰难激斗的将略相对照,提摩利昂的用兵之道在经受权衡比较之时,既具崇高之美,又蕴含着极大的从容与轻松,在善于公正评判的人看来,这并非命运的造化,而是享有幸运的美德之产物。
καίτοι πάντα γʼ ἐκεῖνος εἰς τὴν τύχην ἀνῆπτε τὰ κατορθούμενα· καὶ γὰρ γράφων τοῖς οἴκοι φίλοις καὶ δημηγορῶν πρὸς τοὺς Συρακουσίους πολλάκις ἔφη τῷ θεῷ χάριν ἔχειν ὅτι βουλόμενος σῶσαι Σικελίαν ἐπεγράψατο τὴν αὐτοῦ προσηγορίαν.2
尽管如此,他本人却将一切成功之事完全归功于命运;事实上,在写给故乡友人的信中以及向锡拉库萨人发表演说时,他屡屡表示自己感恩于神,因为神明意欲拯救西西里,便将他本人的名字题署在了这项事业之上。
ἐπὶ δὲ τῆς οἰκίας ἱερὸν ἱδρυσάμενος Αὐτοματίας ἔθυεν, αὐτὴν δὲ τὴν οἰκίαν Ἱερῷ δαίμονι καθιέρωσεν.
他在自家院落中设立了供奉“自发之神”奥托玛提娅的圣所并向其献祭,更将整座宅邸奉献给了神圣的守护神。
ᾤκει δὲ οἰκίαν ἣν ἐξεῖλον αὐτῷ στρατηγίας ἀριστεῖον οἱ Συρακούσιοι, καὶ τῶν ἀγρῶν τὸν ἥδιστον καὶ κάλλιστον ἐν ᾧ καὶ τὸ πλεῖστον τοῦ χρόνου κατεσχόλαζε, μεταπεμψάμενος οἴκοθεν τὴν γυναῖκα καὶ τοὺς παῖδας.
他居住在锡拉库萨人特意划拨给他作为统帅之卓越嘉奖的宅邸中,也居住在乡间最宜人、最美丽的庄园里,并在那里悠闲地度过了绝大部分时光,他已将妻子和儿女从故乡接来。
οὐ γὰρ ἐπανῆλθεν εἰς Κόρινθον, οὐδὲ κατέμιξε τοῖς Ἑλληνικοῖς θορύβοις ἑαυτὸν οὐδὲ τῷ πολιτικῷ φθόνῳ παρέδωκεν, εἰς ὃν οἱ πλεῖστοι τῶν στρατηγῶν ἀπληστίᾳ τιμῶν καὶ δυνάμεως ἐξοκέλλουσιν, ἀλλʼ ἐκεῖ κατέμεινε τοῖς ὑφʼ ἑαυτοῦ μεμηχανημένοις ἀγαθοῖς χρώμενος· ὧν μέγιστον ἦν τὸ πόλεις τοσαύτας καὶ μυριάδας ἀνθρώπων διʼ ἑαυτὸν ἐφορᾶν εὐδαιμονούσας.3
因为他没有返回科林斯,没有将自己卷入希腊内部的骚乱,也没有让自己屈从于那种因对荣耀和权力的贪得无厌而使大多数将领触礁遇险的政坛嫉妒,而是留在当地,享受着自己亲手缔造的种种福祉;而在这些福祉中,最为伟大的莫过于亲眼目睹如此众多的城邦和数以万计的人民,因他而享受着幸福。
- 36.2ἔξω λόγου θεμένοις
与格分词 θεμένοις 在此作判断者与格(dativus iudicantis),带有假设条件意味,意为“若人们将……置于考量之外”。它并不特指某个人,而是指一般的读者或评判者。
- 36.5ἐπεγράψατο τὴν αὐτοῦ προσηγορίαν
中间态动词 ἐπεγράψατο 的主语是神(ὁ θεός),表示神明在拯救西西里这一项工程/功业上,题署上了他(提摩利昂)本人的名字(αὐτοῦ 指代提摩利昂)。
- 36.9ὧν μέγιστον ἦν τὸ πόλεις τοσαύτας καὶ μυριάδας ἀνθρώπων διʼ ἑαυτὸν ἐφορᾶν εὐδαιμονούσας
关系代词属格 ὧν 是部分属格,先行词为前句的 ἀγαθοῖς。句子主语是由冠词引导的不定式短语 τὸ ... ἐφορᾶν,不定式 ἐφορᾶν 带有宾语 πόλεις ... καὶ μυριάδας ἀνθρώπων,分词 εὐδαιμονούσας 则作其谓语性补足语(表语)。
