- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:30.1-30.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提摩利昂返回叙拉古并驱逐背叛的雇佣兵,后者在意大利遇袭身亡;僭主们则与迦太基结盟,在随后的交锋中曾洗劫德尔斐的雇佣兵分批阵亡,彰显出天罚与提摩利昂之幸运的保全。
ἐκ τούτου καταλιπὼν ἐν τῇ πολεμίᾳ τοὺς μισθοφόρους ἄγοντας καὶ φέροντας τὴν τῶν Καρχηδονίων ἐπικράτειαν, αὐτὸς ἧκεν εἰς Συρακούσας·
此后,他将雇佣兵留在敌境,让他们对迦太基人的领地大肆劫掠,自己则返回了叙拉古。
καὶ τοὺς χιλίους μισθοφόρους ἐκείνους, ὑφʼ ὧν ἐγκατελείφθη πρὸ τῆς μάχης, ἐξεκήρυξε τῆς Σικελίας, καὶ πρὶν ἢ δῦναι τὸν ἥλιον ἠνάγκασεν ἐκ Συρακουσῶν ἀπελθεῖν.
而对于战前背弃他的那一千名雇佣兵,他将他们驱逐出西西里,并强令他们在日落之前离开叙拉古。
οὗτοι μὲν οὖν διαπλεύσαντες εἰς Ἰταλίαν ἀπώλοντο παρασπονδηθέντες ὑπὸ Βρεττίων, καὶ δίκην ταύτην τὸ δαιμόνιον αὐτοῖς τῆς προδοσίας ἐπέθηκε.
这些人渡海前往意大利,却遭布鲁提人背信弃义而尽数被杀,神明以此对他们的背叛施加了这般惩罚。
τῶν δὲ περὶ τὸν Μάμερκον, τὸν Κατάνης τύραννον, καὶ Ἱκέτην, εἴτε φθόνῳ τῶν κατορθουμένων ὑπὸ Τιμολέοντος, εἴτε φοβουμένων αὐτὸν ὡς ἄπιστον καὶ ἄσπονδον πρὸς τοὺς τυράννους, συμμαχίαν ποιησαμένων1 πρὸς τοὺς Καρχηδονίους καὶ κελευσάντων πέμπειν δύναμιν καὶ στρατηγόν, εἰ μὴ παντάπασι βούλονται Σικελίας ἐκπεσεῖν, ἔπλευσε Γέσκων ναῦς μὲν ἔχων ἑβδομήκοντα, μισθοφόρους δὲ προσλαβὼν Ἕλληνας, οὔπω πρότερον Ἕλλησι χρησαμένων Καρχηδονίων, ἀλλὰ τότε θαυμασάντων ὡς ἀνυποστάτους καὶ μαχιμωτάτους ἀνθρώπων ἁπάντων.
与此同时,卡塔纳的僭主马梅尔库斯与希刻塔斯等人,不知是出于嫉妒提摩利昂所取得的战功,还是因视他为不信任僭主亦不与僭主媾和之人而感到恐惧,遂与迦太基人结盟,催促对方派遣军队与统帅,若他们不想完全丧失西西里的话。于是格斯科率领七十艘战船出航,并增募了希腊雇佣兵;迦太基人此前从未起用过希腊人,但此时却赞叹希腊人无坚不摧,是所有人中最英勇善战的士兵。
συστάντες δὲ κοινῇ μετʼ ἀλλήλων ἅπαντες ἐν τῇ Μεσσηνίᾳ τετρακοσίους τῶν παρὰ Τιμολέοντος ξένων ἐπικούρους πεμφθέντας ἀπέκτειναν, ἐν δὲ τῇ Καρχηδονίων ἐπικρατείᾳ περὶ τὰς καλουμένας Ἱερὰς ἐνεδρεύσαντες τοὺς μετʼ Εὐθύμου τοῦ Λευκαδίου μισθοφόρους διέφθειραν.
众人齐心合力,在墨塞尼亚杀死了提摩利昂派作援军的四百名外邦士兵;而在迦太基人的辖境内,他们于所谓的希埃赖一带设伏,全歼了留卡斯人尤苏莫斯麾下的雇佣兵。
ἐξ ὧν καὶ μάλιστα τὴν Τιμολέοντος εὐτυχίαν συνέβη γενέσθαι διώνυμον. ἦσαν μὲν γὰρ οὗτοι τῶν μετὰ Φιλομήλου τοῦ Φωκέως καὶ Ὀνομάρχου Δελφοὺς καταλαβόντων2 καὶ μετασχόντων ἐκείνοις τῆς ἱεροσυλίας.
由于这些变故,提摩利昂的幸运尤其变得声名远播。因为这些士兵原是与福基斯人菲洛墨洛斯及奥诺马尔库斯一同占领德尔斐,并与他们共同参与亵圣行动的人。
μισούντων δὲ πάντων αὐτοὺς καὶ φυλαττομένων ἐπαράτους γεγονότας, πλανώμενοι περὶ τὴν Πελοπόννησον ὑπὸ Τιμολέοντος ἐλήφθησαν ἑτέρων στρατιωτῶν οὐκ εὐποροῦντος.
由于所有人都憎恶他们,并因其身负诅咒而避之唯恐不及,他们在伯罗奔尼撒一带流浪漂泊,因提摩利昂别无充裕兵源而被招募。
ἀφικόμενοι δὲ εἰς Σικελίαν ὅσας μὲν ἐκείνῳ συνηγωνίσαντο μάχας πάσας ἐνίκων, τῶν δὲ πλείστων καὶ μεγίστων ἀγώνων τέλος ἐχόντων ἐκπεμπόμενοι πρὸς ἑτέρας ὑπʼ αὐτοῦ βοηθείας ἀπώλοντο καὶ καταναλώθησαν, οὐχ ὁμοῦ πάντες, ἀλλὰ κατὰ μέρος, τῆς δίκης αὐτοῖς ἀπολογουμένης τῇ Τιμολέοντος εὐτυχίᾳ ἐπιτιθεμένης3 ὅπως μηδεμία τοῖς ἀγαθοῖς ἀπὸ τῆς τῶν κακῶν κολάσεως βλάβη γένηται.
他们来到西西里后,凡是与他并肩作战的战役均告获胜;但当绝大多数且最重要的战事告一段落时,他们受他派遣前往其他战场执行增援任务,并在那里相继败亡消散,并非一齐覆没,而是分批毁灭;这是正义在向他们降下惩罚时,向提摩利昂的幸运作出申辩,以使好人绝不因恶人受惩而蒙受任何损害。
τὴν μὲν οὖν πρὸς Τιμολέοντα τῶν θεῶν εὐμένειαν οὐχ ἧττον ἐν αἷς προσέκρουσε πράξεσιν ἢ περὶ ἃς κατώρθου θαυμάζεσθαι συνέβαινεν.
因此,神明对提摩利昂的眷顾,在使他受挫的行动中所引起的赞叹,竟丝毫不逊于他在取得成功的战事中所赢得的赞赏。
- 30.4τῶν δὲ περὶ τὸν Μάμερκον, τὸν Κατάνης τύραννον, καὶ Ἱκέτην ... συμμαχίαν ποιησαμένων
句首的 τῶν δὲ περὶ τὸν Μάμερκον ... καὶ Ἱκέτην 是属格独立结构的主语,与分词 συμμαχίαν ποιησαμένων 以及 κελευσάντων 保持一致。其间插入了并不对称的原因表达:表示原因的与格 εἴτε φθόνῳ 与属格分词 εἴτε φοβουμένων 并列,随后引出主句的主动词 ἔπλευσε Γέσκων。
- 30.7ἦσαν μὲν γὰρ οὗτοι τῶν μετὰ Φιλομήλου τοῦ Φωκέως καὶ Ὀνομάρχου Δελφοὺς καταλαβόντων
作表语的部分属格,与系动词搭配表示“他们是……这些人当中的一部分”。带冠词的分词 τῶν ... καταλαβόντων 作属格与 ἦσαν 相连,说明主语 οὗτοι 所属的群体。
- 30.9τῆς δίκης αὐτοῖς ἀπολογουμένης τῇ Τιμολέοντος εὐτυχίᾳ ἐπιτιθεμένης
在属格独立结构中,两个分词 ἀπολογουμένης 和 ἐπιτιθεμένης 共同修饰被拟人化的主语 τῆς δίκης(正义)。其中 ἀπολογουμένης τῇ Τιμολέοντος εὐτυχίᾳ 意为“向提摩利昂的幸运申辩/致歉”,而 αὐτοῖς ... ἐπιτιθεμένης 则意为“在对他们(雇佣兵)施加惩戒时”,后接的 ὅπως 从句则说明了这种顾及的目的。
