← 普鲁塔克

提摩莱隆传

§31.1-31.8

达米里亚斯河之战与希刻塔斯的溃败

在叙拉古民众对僭主马梅尔库斯的傲慢挑衅群情激愤之际,希刻塔斯洗劫叙拉古领地并试图撤退,提摩利昂率部追至达米里亚斯河与之对峙。面对骑兵军官抢渡争功的局面,提摩利昂以戒指抽签,首个出现的战利品图样鼓舞全军争先冲锋,大败希刻塔斯所部。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

οἱ δὲ πολλοὶ τῶν Συρακουσίων ἐχαλέπαινον ὑπὸ τῶν τυράννων προπηλακιζόμενοι. καὶ γὰρ ὁ Μάμερκος ἐπὶ τῷ ποιήματα γράφειν καὶ τραγῳδίας μέγα φρονῶν1 ἐκόμπαζε νικήσας τοὺς μισθοφόρους, καὶ τὰς ἀσπίδας ἀναθεὶς τοῖς θεοῖς ἐλεγεῖον ὑβριστικὸν ἐπέγραψε· "τάσδʼ ὀστρειογραφεῖς καὶ χρυσελεφαντηλέκτρους ἀσπίδας ἀσπιδίοις εἵλομεν εὐτελέσι.2"

叙拉古的普通民众因遭受僭主们的侮辱而极为愤慨。因为马梅尔库斯一向自诩擅长作诗与写悲剧,在击败佣兵之后大肆吹嘘,将缴获的盾牌献给神明,并刻上傲慢的挽歌体诗句:“这些染有贝紫、饰以黄金白象牙与琥珀之盾,吾辈仅凭鄙陋廉价之小盾即已夺取。”

§31.2

γενομένων δὲ τούτων καὶ τοῦ Τιμολέοντος εἰς Καλαυρίαν στρατεύσαντος, ὁ Ἱκέτης ἐμβαλὼν εἰς τὴν Συρακουσίαν λείαν τε συχνὴν ἔλαβε καὶ πολλὰ λυμηνάμενος καὶ καθυβρίσας ἀπηλλάττετο παρʼ αὐτὴν τὴν Καλαυρίαν, καταφρονῶν τοῦ Τιμολέοντος ὀλίγους στρατιώτας ἔχοντος.

发生此事之际,提摩利昂正进军卡劳里亚,希刻塔斯遂侵入叙拉古境地大肆掠夺,百般蹂躏侮慢之后,因蔑视提摩利昂兵力寡少,公然从卡劳里亚身旁撤走。

§31.3

ἐκεῖνος δὲ προλαβεῖν ἐάσας ἐδίωκεν ἱππεῖς ἔχων καὶ ψιλούς, αἰσθόμενος δὲ ὁ Ἱκέτης τὸν Δαμυρίαν διαβεβηκώς ὑπέστη παρὰ τὸν ποταμὸν ὡς ἀμυνούμενος· καὶ γὰρ αὐτῷ θάρσος ἥ τε τοῦ πόρου χαλεπότης καὶ τὸ κρημνῶδες τῆς ἑκατέρωθεν ὄχθης παρεῖχε, τοῖς δὲ μετὰ τοῦ Τιμολέοντος ἰλάρχαις ἔρις ἐμπεσοῦσα θαυμαστὴ καὶ φιλονεικία διατριβὴν ἐποίει τῆς μάχης.

提摩利昂则任其先行,随后率领骑兵与轻装步兵追击。希刻塔斯察觉之后,在渡过达米里亚斯河后便驻扎于河畔准备迎击;因为渡口的险阻与两岸的陡峭赋予了他防守的底气。然而,提摩利昂麾下的骑兵队长们之间却爆发了非同寻常的竞争与好胜之心,致使战斗受阻延误。

§31.5

οὐδεὶς γὰρ ἦν ὁ βουλόμενος ἑτέρου διαβαίνειν ὕστερος ἐπὶ τοὺς πολεμίους, ἀλλʼ αὐτὸς ἕκαστος ἠξίου πρωταγωνιστεῖν, καὶ κόσμον οὐκ εἶχεν ἡ διάβασις ἐξωθούντων καὶ παρατρεχόντων ἀλλήλους.

因为谁也不愿落后于他人去渡河迎敌,人人都自认当充当先锋,在互相挤搡争先之际,渡河行动全无秩序。

§31.6

βουλόμενος οὖν ὁ Τιμολέων κληρῶσαι τοὺς ἡγεμόνας ἔλαβε παρʼ ἑκάστου δακτύλιον· ἐμβαλὼν δὲ πάντας εἰς τὴν ἑαυτοῦ χλαμύδα καὶ μίξας ἔδειξε τὸν πρῶτον κατὰ τύχην γλυφὴν ἔχοντα τῆς σφραγῖδος τρόπαιον.

于是提摩利昂欲以抽签决定众军官的先后次序,便收下每人的一枚戒指;他将所有戒指投入自己的斗篷中摇匀,亮出第一枚戒指,其印章上恰好雕刻着战功纪念碑图案。

§31.7

ὡς δὲ τοῦτον εἶδον οἱ νεανίσκοι, μετὰ χαρᾶς ἀνακραγόντες οὐκέτι τὸν ἄλλον ὑπέμειναν κλῆρον, ἀλλʼ ὡς ἕκαστος τάχους εἶχε3 τὸν ποταμὸν διεξελάσαντες ἐν χερσὶν ἦσαν τοῖς πολεμίοις.4

年轻战士们一见此印,欢呼雀跃,不再等待抽取其余签号,而是各自竭尽全力驰骋渡河,迅速与敌军陷入贴身肉搏。

§31.8

οἱ δὲ οὐκ ἐδέξαντο τὴν βίαν αὐτῶν, ἀλλὰ φεύγοντες τῶν μὲν ὅπλων ἅπαντες ὁμαλῶς ἐστερήθησαν, χιλίους δὲ ἀπέβαλον πεσόντας.

敌军承受不住他们的猛烈冲击而纷纷溃逃,所有人一律丧失了武器,遗下一千具尸体。

语法注4 条
  1. 31.1ἐπὶ τῷ ποιήματα γράφειν καὶ τραγῳδίας μέγα φρονῶν

    介词 ἐπί 支配带冠词的不定式与格 τῷ ... γράφειν,作状语表示 μέγα φρονῶν 的依据或原因(即“因写作诗歌与悲剧而自负”)。

  2. 31.1ἀσπιδίοις εἵλομεν εὐτελέσι

    由指小名词 ἀσπίδιον 与形容词 εὐτελής 构成的与格词组,充当手段/工具与格(“用廉价的小盾牌”)。此句与前行华丽宏大的复合形容词(ὀστρειογραφεῖς, χρυσελεφαντηλέκτρους)形成鲜明对照,极尽嘲弄贬损之意。

  3. 31.7ὡς ἕκαστος τάχους εἶχε

    由关系连词 ὡς 与动词 ἔχω 搭配程度属格 τάχους 构成的固定惯用句式,意为“各自竭尽全力以最快速度”。

  4. 31.7ἐν χερσὶν ἦσαν τοῖς πολεμίοις

    惯用短语 ἐν χερσὶν εἶναι 与与格 τοῖς πολεμίοις 结合,是描写战斗的固定用法,意为“与敌人展开肉搏交手”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:31.1-31.8