← 普鲁塔克

提摩莱隆传

§29.1-29.6

缴获巨额战利品与向科林斯献纳武具

希腊军大获全胜,缴获了难以计数的金银军械并捕获大批俘虏;提摩利昂将最精美的战利品运回母邦科林斯,昭示其击败蛮族、解放同胞的正义与武勇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

ἐγνώσθη δὲ τοῖς Ἕλλησιν ἡ δόξα τῶν πεσόντων ἀπὸ τῶν λαφύρων, ἐλάχιστος γὰρ ἦν χαλκῶν καὶ σιδηρῶν τοῖς σκυλεύουσι λόγος· οὕτως ἄφθονος μὲν ἦν ἄργυρος, ἄφθονος δὲ χρυσός, καὶ γὰρ τὸ στρατόπεδον μετὰ τῶν ὑποζυγίων διαβάντες ἔλαβον.

死者的显贵身份由希腊人从战利品中得知,因为剥除战死者装备的人几乎看不上青铜与钢铁;白银是如此丰足,黄金亦如此丰足,因为他们渡过河去,连同驮兽一并夺取了敌营。

§29.2

τῶν δʼ αἰχμαλώτων οἱ μὲν πολλοὶ διεκλάπησαν ὑπὸ τῶν στρατιωτῶν, εἰς δὲ κοινὸν ἀπεδείχθησαν πεντακισχίλιοι τὸ πλῆθος· ἥλω δὲ καὶ διακόσια τῶν τεθρίππων.

至于俘虏,绝大多数被士兵们私自匿藏,但呈报归公的数目仍达五千人;此外还缴获了二百辆四马战车。

§29.3

καλλίστην δὲ καὶ μεγαλοπρεπεστάτην ὄψιν ἡ Τιμολέοντος ἐπεδείκνυτο σκηνή περισωρευθεῖσα παντοδαποῖς λαφύροις, ἐν οἷς χίλιοι μὲν θώρακες ἐργασίᾳ, καὶ κάλλει διαφέροντες, μύριαι δὲ ἀσπίδες προετέθησαν.

提摩利昂的营帐四周堆满了各式战利品,呈现出最为壮丽宏伟的景象,其中展示了以工艺与美感超群的一千副胸甲以及一万面盾牌。

§29.4

ὀλίγοι δὲ πολλοὺς σκυλεύοντες καὶ μεγάλαις ἐντυγχάνοντες ὠφελείαις τρίτῃ μόλις ἡμέρᾳ μετὰ τὴν μάχην ἔστησαν τρόπαιον.

由于人数稀少的胜者面对数目庞大的敌兵进行搜刮并获得了巨额战利品,战后直到第三天他们才勉强立起战功碑。

§29.5

ἅμα δὲ τῇ φήμῃ τῆς νίκης ὁ Τιμολέων εἰς Κόρινθον ἔπεμψε τὰ κάλλιστα τῶν αἰχμαλώτων ὅπλων, βουλόμενος αὐτοῦ τὴν πατρίδα πᾶσιν ἀνθρώποις ζηλωτὴν εἶναι, θεωμένοις1 ἐν ἐκείνῃ μόνῃ τῶν Ἑλληνικῶν πόλεων τοὺς ἐπιφανεστάτους ναοὺς οὐχ Ἑλληνικοῖς κεκοσμημένους λαφύροις οὐδʼ ἀπὸ συγγενῶν φόνου καὶ ὁμοφύλων ἀναθημάτων μνήμας ἀτερπεῖς ἔχοντας,2 ἀλλὰ βαρβαρικὰ σκῦλα καλλίσταις ἐπιγραφαῖς δηλοῦντα3 μετὰ τῆς ἀνδρείας τῶν νενικηκότων τὴν δικαιοσύνην, ὅτι Κορίνθιοι καὶ Τιμολέων ὁ στρατηγός ἐλευθερώσαντες τοὺς Σικελίαν οἰκοῦντας Ἕλληνας ἀπὸ Καρχηδονίων χαριστήρια θεοῖς ἀνέθηκαν.

在捷报传出的同时,提摩利昂将战利品中最精美的兵械送往科林斯,希望自己的祖国成为举世钦羡之城,因为人们在所有的希腊城邦中独于该城得见,最著名的神庙并非装点着取自希腊同胞的战利品,亦未留存着源于屠杀骨肉同胞之奉纳物的令人不快的记忆,而是陈列着蛮族的战利品,并以极美的铭文昭示了胜利者的武勇以及他们的正义:科林斯人与统帅提摩利昂,将居住在西西里的希腊人从迦太基人手中解放出来,谨向诸神奉献谢恩之礼。

语法注3 条
  1. 29.6θεωμένοις

    与格分词 θεωμένοις 与前面的 πᾶσιν ἀνθρώποις(取决于 ζηλωτήν 的关系与格)在性数格上一致,在此作附带状况或原因理解(“当所有人目睹……时”)。

  2. 29.6ἀπὸ συγγενῶν φόνου καὶ ὁμοφύλων ἀναθημάτων μνήμας ἀτερπεῖς ἔχοντας

    宾格分词短语 ἔχοντας 修饰前面的 τοὺς ἐπιφανεστάτους ναούς。ἀναθημάτων 是作 μνήμας 的同位或说明性属格(“以奉纳物形式呈现的不快记忆”),介词短语 ἀπὸ συγγενῶν φόνου καὶ ὁμοφύλων 则表示来源(“源于亲族同胞之杀戮”)。

  3. 29.6βαρβαρικὰ σκῦλα καλλίσταις ἐπιγραφαῖς δηλοῦντα

    βαρβαρικὰ σκῦλα 通过 ἀλλά 与前面的 μνήμας 并列,共同作分词 ἔχοντας 的宾语;中性复数分词 δηλοῦντα 与 σκῦλα 一致。整句形成鲜明对比:神殿并非拥有同胞自相残杀的记忆,而是陈列着昭示胜者武勇与正义的蛮族缴获品。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:29.1-29.6