- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:3.1-3.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
科林斯接见使节后欣然通过援助叙拉古的决议,隐退的提摩莱昂因一位普通公民的提议被意外推选为统帅。文中叙述了提摩莱昂的高尚品德及其与野心勃勃的兄长提摩法内斯的性格对比。
τῶν δὲ πρέσβεων παραγενομένων, οἱ Κορίνθιοι, κήδεσθαι μὲν ἀεὶ τῶν ἀποικίδων πόλεων καὶ μάλιστα τῆς Συρακουσίων εἰωθότες, οὐδενὸς δʼ αὐτοὺς τότε τῶν Ἑλληνικῶν κατὰ τύχην παρενοχλοῦντος, ἀλλʼ ἐν εἰρήνῃ καὶ σχολῇ διάγοντες, ἐψηφίσαντο προθύμως βοηθεῖν.
当使节抵达时,科林斯人由于向来习惯关照各殖民城邦,尤其是叙拉古人的城邦,加之当时适逢希腊本土毫无烦扰之事,全城安享和平与闲暇,便欣然表决通过予以救援。
ζητουμένου δὲ στρατηγοῦ καὶ τῶν ἀρχόντων γραφόντων καὶ προβαλλομένων τοὺς εὐδοκιμεῖν ἐν τῇ πόλει σπουδάζοντας, εἷς ἐκ τῶν πολλῶν ἀναστὰς ὠνόμασε Τιμολέοντα τὸν Τιμοδήμου, μήτε προσιόντα τοῖς κοινοῖς ἔτι μήτε ἐλπίδος τοιαύτης γενόμενον ἢ προαιρέσεως,1 ἀλλὰ θεοῦ τινος, ὡς ἔοικεν, εἰς νοῦν ἐμβαλόντος τῷ ἀνθρώπῳ·
但在物色统帅、执政官们正在登记并提名那些极力想在城邦中博取声名之人之际,民众中有一人站起身来,提名了提摩德谟斯之子提摩莱昂——他此时已不再参与政事,也不抱有如此期望或意图;然而似乎是某位神明将此意念注入了那人的心中。
τοσαύτη καὶ περὶ τὴν αἵρεσιν εὐθὺς ἔλαμψε τύχης εὐμένεια καὶ ταῖς ἄλλαις πράξεσιν ἐπηκολούθησε χάρις ἐπικοσμοῦσα τὴν ἀρετὴν τοῦ ἀνδρός.
如此深厚的命运仁厚之光在他当选之时便立即闪耀,其恩泽亦随之伴随着他日后的各项伟业,为此人的美德增添光彩。
ἦν μὲν οὖν γονέων ἐπιφανῶν ἐν τῇ πόλει, Τιμοδήμου καὶ Δημαρίστης, φιλόπατρις δὲ καὶ πρᾷος διαφερόντως ὅσα μὴ σφόδρα μισοτύραννος εἶναι καὶ μισοπόνηρος.2
他出身于城中显贵之家,父母为提摩德谟斯与德玛丽丝特;他热爱祖国,性格异乎寻常地温和,唯独对僭主与奸邪深恶痛绝。
ἐν δὲ τοῖς πολέμοις οὕτω καλῶς καὶ ὁμαλῶς ἐκέκρατο τὴν φύσιν ὥστε πολλὴν μὲν ἐν νέῳ σύνεσιν, οὐκ ἐλάττω δὲ γηρῶντος ἀνδρείαν ἐπιφαίνεσθαι ταῖς πράξεσιν.
在战事之中,他的秉性调和得极其优美均衡,以致在年轻时便在行事中显露出深湛的谋略,在年老时展现出毫不逊色的英勇。
ἀδελφὸν δʼ εἶχε Τιμοφάνην, πρεσβύτερον, οὐδὲν αὐτῷ προσόμοιον, ἀλλʼ ἔμπληκτον καὶ διεφθαρμένον ἔρωτι μοναρχίας ὑπὸ φίλων φαύλων καὶ ξένων στρατιωτικῶν ἀεὶ περὶ αὐτὸν ὄντων, ἔχειν τι δοκοῦντα ῥαγδαῖον ἐν ταῖς στρατείαις καὶ φιλοκίνδυνον.
他有一兄长名为提摩法内斯,性情与他毫无相似之处,为人轻浮狂悖,因身边始终围绕着一帮卑劣之友与外国佣兵而深陷独裁野心之毒害,在行军作战中则表现出某种刚猛强悍、甘冒奇险的气质。
ᾧ καὶ τοὺς πολίτας προσαγόμενος3 ὡς ἀνὴρ πολεμικὸς καὶ δραστήριος ἐφʼ ἡγεμονιῶν ἐτάττετο. καὶ πρὸς ταῦτα Τιμολέων αὐτῷ συνήργει, τὰ μὲν ἁμαρτήματα παντάπασιν ἀποκρύπτων ἢ μικρὰ φαίνεσθαι ποιῶν, ἃ δʼ ἡ φύσις ἐξέφερεν ἀστεῖα κατακοσμῶν καὶ συναύξων.
提摩法内斯正是凭此笼络了公民,被视为勇武能干之士而屡受委以将帅之职。提摩莱昂亦为此辅助其兄,或将他的过失彻底隐匿,或使之显得微不足道,而对其天赋所展现的优良品质则加以修饰并使其发扬光大。
- 3.2μήτε ἐλπίδος τοιαύτης γενόμενον ἢ προαιρέσεως
动词 γίγνομαι 与属格连用,表示“进入某种状态”或“怀有某种心思(希望或意图)”。与否定词 μήτε 连用,表明提摩莱昂完全没有料想或主动谋求过该统帅职位。
- 3.4ὅσα μὴ σφόδρα μισοτύραννος εἶναι καὶ μισοπόνηρος
代词 ὅσα 搭配否定词 μή 及不定词,构成表示限制或除外的习用句式,意为“除了……之外(except in so far as)”。此句用以限定其极其温和(πρᾷος διαφερόντως)的性格,唯独在憎恨僭主与恶人方面极其强烈。
- 3.7ᾧ καὶ τοὺς πολίτας προσαγόμενος
关系代词与格 ᾧ 作方式或手段与格使用,其先行词为前文所言提摩法内斯在军中表现出的勇猛冒险气质(ἔχειν τι δοκοῦντα ῥαγδαῖον...),意即“正凭此手段吸引并拉拢了公民们”。
