- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:2.1-2.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对迦太基大军的威胁,西西里希腊人决定向素来崇尚自由的母邦科林斯求援;而统帅希克塔斯表面附和,暗中却与迦太基通谋以谋求自身的僭主野心。
ἐν τούτῳ δὲ Καρχηδονίων στόλῳ μεγάλῳ παραγενομένων εἰς Σικελίαν καὶ τοῖς πράγμασιν ἐπαιωρουμένων1 φοβηθέντες οἱ Σικελιῶται πρεσβείαν ἐβούλοντο πέμπειν εἰς τὴν Ἑλλάδα καὶ παρὰ Κορινθίων βοήθειαν αἰτεῖν, οὐ μόνον διὰ τὴν συγγένειαν οὐδʼ ἀφʼ ὧν ἤδη πολλάκις εὐεργέτηντο2 πιστεύοντες ἐκείνοις, ἀλλὰ καὶ καθόλου τὴν πόλιν ὁρῶντες φιλελεύθερον καὶ μισοτύραννον οὖσαν ἀεί, καὶ τῶν πολέμων τοὺς πλείστους καὶ μεγίστους πεπολεμηκυῖαν οὐχ ὑπὲρ ἡγεμονίας καὶ πλεονεξίας, ἀλλʼ ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας.
正当此时,迦太基人率领庞大舰队抵达西西里,对局势虎视眈眈,西西里希腊人因恐惧而意欲向希腊本土派遣使节,请求科林斯人予以援助;他们信任科林斯人,不仅是因为同宗的血缘关系,或是曾经多次从他们那里获得恩惠,更是因为总体上看到这座城向来热爱自由、憎恶僭主,而且其历次绝大多数与最重大的战争,都不是为了称霸与贪占,而是为了希腊人的自由而战。
ὁ δʼ Ἱκέτης, ἅτε δὴ τῆς στρατηγίας ὑπόθεσιν τὴν τυραννίδα πεποιημένος,3 οὐ τὴν Συρακουσίων ἐλευθερίαν, κρύφα μὲν ἤδη πρὸς τοὺς Καρχηδονίους διείλεκτο, φανερῶς δὲ τοὺς Συρακουσίους ἐπῄνει καὶ τοὺς πρέσβεις εἰς Πελοπόννησον συνεξέπεμψεν, οὐ βουλόμενος ἐλθεῖν συμμαχίαν ἐκεῖθεν, ἀλλʼ ἐάν, ὅπερ εἰκὸς ἦν, οἱ Κορίνθιοι διὰ τὰς Ἑλληνικὰς ταραχὰς καὶ ἀσχολίας ἀπείπωσι τὴν βοήθειαν, ἐλπίζων ῥᾷον ἐπὶ τοὺς Καρχηδονίους τὰ πράγματα μετάξειν καὶ χρήσεσθαι συμμάχοις καὶ συναγωνισταῖς ἐκείνοις ἐπὶ τοὺς Συρακουσίους ἢ κατὰ τοῦ τυράννου, ταῦτα μὲν οὖν ὀλίγον ὕστερον ἐξηλέγχθη.
然而希克塔斯本人,既是将僭主统治而非叙拉古人的自由当作统帅权的根本意图,早已私下与迦太基人通谋,表面上却大肆赞扬叙拉古人,并一同派遣使节前往伯罗奔尼撒;他之所以如此,绝非希望从那里获得援军,而是期望科林斯人若是如同预料的那样,因希腊本土的骚乱与纷扰而拒绝救援,他便能更容易地将大势引向迦太基人一边,并利用他们作为盟友和战友,来对付叙拉古人,抑或是用来制伏僭主。这一图谋不久之后便被彻底揭露。
- 2.1τοῖς πράγμασιν ἐπαιωρουμένων
与格 τοῖς πράγμασιν(事态、局势)由复合动词分词 ἐπαιωρουμένων(悬垂其上、笼罩威胁)所支配。该表达兼具双重意象:字面上指庞大舰队盘踞近海,引申义上指迦太基的兵力如乌云压顶般对当地局势构成严重威胁。
- 2.2ἀφʼ ὧν ἤδη πολλάκις εὐεργέτηντο
此处源于 ἀπὸ τούτων ἃ ... 的关系代词同化(attraction):先行词 τούτων 被省略,关系代词宾格 ἃ 受介词 ἀπό 支配的属格影响而被同化为属格 ὧν。动词 εὐεργέτηντο 为 εὐεργετέω 的过去完成时被动态第三人称复数,意指“他们(从科林斯人那里)多次受到的恩惠”。
- 2.3ἅτε δὴ τῆς στρατηγίας ὑπόθεσιν τὴν τυραννίδα πεποιημένος
此句为 ποιέω 支配的双重宾格结构:τὴν τυραννίδα 为直接宾语,ὑπόθεσιν(基础、根本意图)为宾语补足语(述语宾格)。属格 τῆς στρατηγίας 依附于 ὑπόθεσιν,意指“将僭主统治作为其将领统帅权的真正图谋/底色”。
