← 普鲁塔克

提摩莱隆传

§4.1-4.8

解救兄长提摩法内斯与随后的刺杀僭主

提摩莱昂在战场上救下兄长提摩法内斯的性命,但后者随后依靠雇佣军篡位称霸并蔑视劝诫,提摩莱昂遂与亲友登门,在劝说无果下目睹亲友将其刺杀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

ἐν δὲ τῇ πρὸς Ἀργείους καὶ Κλεωναίους μάχῃ τῶν Κορινθίων ὁ μὲν Τιμολέων ἔτυχεν ἐν τοῖς ὁπλίταις τεταγμένος, τὸν δὲ Τιμοφάνην τῶν ἱππέων ἡγούμενον καταλαμβάνει κίνδυνος ὀξύς.

在科林斯人对阿尔戈斯人与克列奥奈人的战斗中,提摩莱昂恰好列阵于重装步兵之中,而统领骑兵的提摩法内斯则陷入了急迫的危难。

§4.2

ὁ γὰρ ἵππος αὐτὸν ἀπεσείσατο πληγῇ περιπεσὼν εἰς τοὺς πολεμίους, καὶ τῶν ἑταίρων οἱ μὲν εὐθὺς ἐσκορπίσθησαν φοβηθέντες, οἱ δὲ παραμείναντες ὀλίγοι πρὸς πολλοὺς μαχόμενοι χαλεπῶς ἀντεῖχον.

原来提摩法内斯的坐骑负伤跌入敌阵,将他掀落在地;他的同袍中有人吓得即刻四散溃逃,留下的少数人寡不敌众,苦苦支撑。

§4.3

ὡς οὖν ὁ Τιμολέων κατεῖδε τὸ συμβεβηκός, δρόμῳ προσβοηθήσας καὶ τὴν ἀσπίδα τοῦ Τιμοφάνους κειμένου προθέμενος,1 καὶ πολλὰ μὲν ἀκοντίσματα, πολλὰς δὲ πληγὰς ἐκ χειρὸς ἀναδεξάμενος εἰς τὸ σῶμα καὶ τὰ ὅπλα, μόλις ἐώσατο τοὺς πολεμίους καὶ διέσωσε τὸν ἀδελφόν.

提摩莱昂一见此状,便飞奔前往救援,将盾牌遮护在倒地的提摩法内斯身前;他的身躯与甲胄承受了无数投枪与近身砍杀,好不容易击退了敌人,救下了兄长。

§4.4

ἐπεὶ δʼ οἱ Κορίνθιοι δεδιότες μὴ πάθοιεν οἷα καὶ πρότερον ὑπὸ τῶν συμμάχων ἀποβαλόντες τὴν πόλιν, ἐψηφίσαντο τρέφειν ξένους τετρακοσίους καὶ τούτων ἄρχοντα Τιμοφάνην κατέστησαν, ὁ δὲ τῶν καλῶν καὶ δικαίων ὑπεριδὼν εὐθὺς ἐπέραινεν ἐξ ὧν ποιήσεται τὴν πόλιν ὑφʼ αὐτῷ, καὶ συχνοὺς ἀνελὼν ἀκρίτους τῶν πρώτων πολιτῶν ἀνέδειξεν αὐτὸς ἑαυτὸν τύραννον, βαρέως φέρων ὁ Τιμολέων, καὶ συμφορὰν ποιούμενος ἑαυτοῦ τὴν ἐκείνου κακίαν, ἐπεχείρησε μὲν2 αὐτῷ διαλέγεσθαι καὶ παρακαλεῖν ἀφέντα τὴν μανίαν καὶ δυστυχίαν τῆς ἐπιθυμίας ἐκείνης ζητεῖν τινα τῶν ἡμαρτημένων ἐπανόρθωσιν πρὸς τοὺς πολίτας, ἀπωσαμένου δʼ ἐκείνου καὶ καταφρονήσαντος, οὕτω παραλαβὼν τῶν μὲν οἰκείων Αἰσχύλον, ἀδελφόν ὄντα τῆς Τιμοφάνους γυναικός, τῶν δὲ φίλων τὸν μάντιν ὃν Σάτυρον μὲν Θεόπομπος, Ἔφορος δὲ καὶ Τίμαιος Ὀρθαγόραν ὀνομάζουσι, καὶ διαλιπὼν ἡμέρας ὀλίγας αὖθις ἀνέβη πρὸς τὸν ἀδελφόν·

后来,科林斯人唯恐重蹈昔日城邦被同盟者夺取的覆辙,便表决供养四百名外国雇佣兵,并任命提摩法内斯为这支部队的长官。但他却将道德与正义弃置不顾,立刻着手实施将城邦置于自己掌控之下的图谋,在未经审判便处决了许多首要公民之后,自立为僭主。提摩莱昂对此深感悲痛,视兄长的邪恶为自身的灾祸,遂试图与他交谈,劝诫他放弃那疯狂而灾难性的欲念,设法向公民弥补自己所犯下的过失。但提摩法内斯将他回绝并予以蔑视,于是提摩莱昂便从亲属中找来提摩法内斯妻子的兄弟埃斯库罗斯,又从友人中找来那位先知——泰奥彭波斯称其为萨提罗斯,埃福罗斯与蒂迈欧则称其为奥塔哥拉斯——隔了数日后,再次登门造访兄长。

§4.7

καὶ περιστάντες αὐτὸν οἱ τρεῖς καθικέτευον ἀλλὰ νῦν γε3 χρησάμενον λογισμῷ μεταβαλέσθαι.

三人围住他,恳求他哪怕在此刻也应当运用理性以改变心意。

§4.8

τοῦ δὲ Τιμοφάνους πρῶτον μὲν αὐτῶν καταγελῶντος, ἔπειτα δὲ πρὸς ὀργὴν ἐκφερομένου καὶ χαλεπαίνοντος, ὁ μὲν Τιμολέων ἀποχωρήσας μικρὸν αὐτοῦ καὶ συγκαλυψάμενος εἱστήκει δακρύων, ἐκεῖνοι δὲ τὰ ξίφη σπασάμενοι ταχὺ διαφθείρουσιν αὐτόν.

然而提摩法内斯先是嘲弄他们,继而勃然大怒、暴跳如雷;提摩莱昂便从他身边稍稍退开,掩面垂泪伫立,其余两人则拔出利剑,迅即将其刺杀。

语法注3 条
  1. 4.3τὴν ἀσπίδα τοῦ Τιμοφάνους κειμένου προθέμενος

    中动态分词 προθέμενος 以宾格 τὴν ἀσπίδα 作屏障物,其前缀 πρό- 支配属格短语 τοῦ Τιμοφάνους κειμένου,表示防护的对象(“把自己的盾牌置于倒地的提摩法内斯身前加以护卫”)。虽语法上该属格亦可作 ἀσπίδα 的所有格属格(“举起倒地的提摩法内斯的盾牌”),但结合自荷马史诗以来的英勇救护传统(以己身之盾遮护倒地伤者)以及中动态表示防护意图的用法,此处定为表防护对象的属格。所有译文均统一取此解。

  2. 4.4ἐπεὶ δʼ οἱ Κορίνθιοι δεδιότες ... ὁ δὲ τῶν καλῶν καὶ δικαίων ὑπεριδὼν ... βαρέως φέρων ὁ Τιμολέων ... ἐπεχείρησε μὲν

    长句中呈现出近乎句法破格(anacoluthon)的主语转移:从时间从句(ἐπεὶ δʼ οἱ Κορίνθιοι... ἐψηφίσαντο... κατέστησαν)出发,其后并未直接接续规则的主句,而是以 ὁ δὲ(即提摩法内斯)引出其篡权为僭主的叙述,最终落脚在 βαρέως φέρων ὁ Τιμολέων... ἐπεχείρησε μὲν(“提摩莱昂深感悲痛,试图……”)这一主节的核心主谓结构上。理解时须厘清从科林斯人、提摩法内斯到提摩莱昂的主语层层推移。

  3. 4.7ἀλλὰ νῦν γε

    用于恳求与祈愿语气中的习用词组,意为“至少在现在”、“事到如今哪怕……也好”,带有即使过往并非如此、如今也当改弦更张的迫切期许。所有译文均准确体现了这一祈请语气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:4.1-4.8