- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:28.1-28.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在短兵相接之际,山间突降雷暴与冰雹,逆风击打身披重甲的迦太基军;迦太基人深陷泥泞与激流之中全线溃败,遭受惨重伤亡,其中包括三千名精锐公民兵。
οἱ δὲ τὴν μὲν πρώτην ἐπιδρομὴν ὑπέστησαν ἐρρωμένως, καὶ τῷ καταπεφράχθαι τὰ σώματα σιδηροῖς θώραξι καὶ χαλκοῖς κράνεσιν ἀσπίδας τε μεγάλας προβεβλῆσθαι1 διεκρούοντο τὸν δορατισμόν.
迦太基人坚决地抵挡住了第一轮冲击,由于他们身披铁胸甲、头戴铜头盔以护卫躯体,并手执大盾遮蔽在前,因而击退了长矛的刺击。
ἐπεὶ δὲ εἰς ξίφη συνῆλθεν ὁ ἀγών καί τέχνης οὐχ ἧττον ἢ ῥώμης ἐγεγόνει τὸ ἔργον, ἐξαίφνης ἀπὸ τῶν ὀρῶν βρονταί τε φοβεραὶ κατερρήγνυντο καὶ πυρώδεις ἀστραπαὶ συνεξέπιπτον.
然而,当争斗转为短兵相接的剑战,胜负不仅取决于体力而且取决于武艺时,群山之间突然迸发出可怖的雷鸣,伴随着烈焰般的闪电齐发。
εἶτα ὁ περὶ τοὺς λόφους καὶ τὰς ἀκρωρείας ζόφος ἐπὶ τὴν μάχην κατιών,2 ὄμβρῳ καὶ πνεύματι καὶ χαλάζῃ συμμεμιγμένος, τοῖς μὲν Ἕλλησιν ἐξόπισθεν καὶ κατὰ νώτου περιεχεῖτο, τῶν δὲ βαρβάρων ἔτυπτε τὰ πρόσωπα καὶ κατήστραπτε τὰς ὄψεις, ἅμα λαίλαπος ὑγρᾶς καὶ φλογὸς συνεχοῦς ἐκ τῶν νεφῶν φερομένης.
随后,笼罩在山丘与山脊四周的昏暗烟云倾泻于战阵之上,夹杂着暴雨、狂风与冰雹,从希腊人的后方和背脊倾泻而过,却迎面扑击异族人的面孔,以电光刺盲其双眼,同时水暴与连绵的烈火一并自云端倾泻而下。
ἐν οἷς πολλὰ μὲν ἦν τὰ λυποῦντα, καὶ μάλιστα τοὺς ἀπείρους, οὐχ ἥκιστα δὲ βλάψαι δοκοῦσιν αἱ βρονταί καὶ τῶν ὅπλων ὁ πάταγος κοπτομένων ὕδατι ῥαγδαίῳ καὶ χαλάζῃ, κωλύων ἀκούεσθαι τὰ προστάγματα τῶν ἡγεμόνων.3
在这些状况中,有诸多事项造成了极大苦楚,尤以缺乏经验者为甚;但看来带来损害最巨的,莫过于雷霆之声以及武器遭受暴雨与冰雹敲击的喧嚣巨响,它阻隔了将领们号令的传达。
τοῖς δὲ Καρχηδονίοις οὐκ οὖσιν εὐζώνοις τὸν ὁπλισμόν, ἀλλʼ, ὥσπερ εἴρηται, καταπεφραγμένοις, ὅ τε πηλὸς ἐμπόδιος ἦν οἵ τε κόλποι πληρούμενοι τῶν χιτώνων ὕδατος, ὥσθʼ αὑτοῖς μὲν εἰς τὸν ἀγῶνα χρῆσθαι βαρεῖς ἦσαν καὶ δύσεργοι,4 ῥᾴδιοι δὲ τοῖς Ἕλλησι περιτρέπεσθαι, καὶ πεσόντες ἀμήχανοι πάλιν ἐκ πηλοῦ μετὰ τῶν ὅπλων ἀναστῆναι.
迦太基人并非轻装简从,而是如前所述身着重甲,泥泞对他们而言成了阻碍,且战袍的胸襟充盈着雨水,以致他们在战斗中自身沉重笨拙、难以运转,对希腊人而言却极易被推翻;而且一旦倒下,便难以穿着笨重的铠甲从泥潭中再次起身。
καὶ γὰρ ὁ Κρίμησος ὑπὸ τῶν διαβαινόντων ἐκλύσθη μέγας ἤδη τοῖς ὄμβροις ηὐξημένος,5 καὶ τὸ πεδίον τὸ περὶ αὐτόν ὑπὸ πολλὰς συναγκείας καὶ φάραγγας ὑποκείμενον ἐπίμπλατο ῥευμάτων οὐ κατὰ πόρον φερομένων, οἷς οἱ Καρχηδόνιοι καλινδούμενοι χαλεπῶς ἀπήλλαττον.
因为克里米苏斯河因渡河者而泛滥溢出,且已被暴雨激增暴涨,河流周围下临诸多山谷与沟壑的平原充斥着不循常道的乱窜急流,迦太基人在其中翻滚挣扎,处境艰难。
τέλος δὲ τοῦ χειμῶνος ἐπικειμένου, καὶ τῶν Ἑλλήνων τὴν πρώτην τάξιν αὐτῶν, ἄνδρας τετρακοσίους, καταβαλόντων, ἐτράπη τὸ πλῆθος εἰς φυγήν.
最终,随着风暴步步紧逼,希腊人击毙了他们前排的四百人,全军遂溃不成军。
καὶ πολλοὶ μὲν ἐν τῷ πεδίῳ καταλαμβανόμενοι διεφθείροντο, πολλοὺς δὲ ὁ ποταμὸς τοῖς ἔτι περαιουμένοις συμπίπτοντας ἐμβάλλων καὶ παραφέρων ἀπώλλυε, πλείστους δὲ τῶν λόφων ἐφιεμένους ἐπιθέοντες οἱ ψιλοὶ κατειργάσαντο.
许多人在平原上被追及诛杀,许多人被奔腾的河水卷走冲覆,与仍在渡河的己方兵士碰撞而亡,而绝大多数试图逃奔山丘的人,则被奔袭而来的轻装兵悉数斩杀。
λέγονται γοῦν ἐν μυρίοις νεκροῖς τρισχίλιοι Καρχηδονίων γενέσθαι, μέγα τῇ πόλει πένθος.
据传在一万具尸首中,有三千人是迦太基公民——这对该城邦而言是莫大的哀恸。
οὔτε γὰρ γένεσιν οὔτε πλούτοις οὔτε δόξαις ἕτεροι βελτίονες ἦσαν ἐκείνων, οὔτε ἀποθανόντας ποτὲ μιᾷ μάχῃ πρότερον ἐξ αὐτῶν Καρχηδονίων τοσούτους μνημονεύουσιν, ἀλλὰ Λίβυσι τὰ πολλὰ καὶ Ἴβηρσι καὶ Νομάσι χρώμενοι πρὸς τὰς μάχας ἀλλοτρίαις βλάβαις ἀνεδέχοντο τὰς ἥττας.
因为无论在门第、财富还是声望上,皆无其他人能出其右;人们亦不记得以往在单次战役中竟有如此众多的迦太基纯正公民阵亡,他们向来在战事中多驱使利比亚人、伊比利亚人和努米底亚人,以往都是以异族的伤亡来承受败绩。
- 28.1τῷ καταπεφράχθαι τὰ σώματα σιδηροῖς θώραξι καὶ χαλκοῖς κράνεσιν ἀσπίδας τε μεγάλας προβεβλῆσθαι
带冠词的完成时不定式 τῷ καταπεφράχθαι 及其并列项 ἀσπίδας τε ... προβεβλῆσθαι 表示原因(原因与格)。因不定式的逻辑主语与主句主语(οἱ δέ)一致故省略,宾格词 τὰ σώματα 和 ἀσπίδας 分别作为这两个带中间态含义的完成时不定式的宾语(或限定范围宾格)。
- 28.3ὁ περὶ τοὺς λόφους καὶ τὰς ἀκρωρείας ζόφος ἐπὶ τὴν μάχην κατιών
名词 ζόφος 为主语,受分词短语 ἐπὶ τὴν μάχην κατιών 和 συμμεμιγμένος 修饰。谓语动词构成 τοῖς μὲν Ἕλλησιν ... περιεχεῖτο 与 τῶν δὲ βαρβάρων ἔτυπτε ... καὶ κατήστραπτε 的对称结构。后一分句中的属格 τῶν δὲ βαρβάρων 充当修饰 τὰ πρόσωπα 和 τὰς ὄψεις 的“整体-部分属格”(打击异族的脸面)。
- 28.4κωλύων ἀκούεσθαι τὰ προστάγματα τῶν ἡγεμόνων
现在分词 κωλύων 为阳性单数主格,在语法形式上与复合主语(αἱ βρονταί 与 τῶν ὅπλων ὁ πάταγος)中距离最近的阳性单数名词 ὁ πάταγος 一致;但在句意上,雷鸣与兵刃撞击之响共同构成了阻碍听清命令的原因。
- 28.6ὥσθʼ αὑτοῖς μὲν εἰς τὸν ἀγῶνα χρῆσθαι βαρεῖς ἦσαν καὶ δύσεργοι
在由 ὥστε 引导的结果状语从句中,形容词 βαρεῖς καὶ δύσεργοι 作主语(迦太基士兵)的表语,后接不定式 χρῆσθαι 构成限定结构,反身与格 αὑτοῖς 作 χρῆσθαι 的宾语,意为“就他们自身而言,在战斗中驱使自己变得笨重而难以运转”。
- 28.7ὑπὸ τῶν διαβαινόντων ἐκλύσθη μέγας ἤδη τοῖς ὄμβροις ηὐξημένος
被动动词 ἐκλύσθη 表示克里米苏斯河因“渡河者们的阻截”而壅塞溢出,同时 ηὐξημένος(被暴雨激增)作主语(ὁ Κρίμησος)的修饰分词。渡河造成的壅塞与暴雨导致的暴涨共同作用,使河水漫出,进而引发下文两岸平原激流肆虐的困境。
