- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:27.1-27.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
大雾消散之际,提莫利昂望见敌军正涉水横渡克里米苏斯河,遂乘敌阵被水流截断之机,指挥骑兵与步兵协同向迦太基人发起总攻。
τὸ μὲν οὖν ἔτος ἱσταμένου θέρους εἶχεν ὥραν, καὶ λήγοντι μηνὶ Θαργηλιῶνι πρὸς τὰς τροπὰς ἤδη συνῆπτε τὸν καιρόν·
时令正值初夏,在萨尔格利翁月行将结束之际,季节已临近夏至。
ὁμίχλην δὲ τοῦ ποταμοῦ πολλὴν ἀναδιδόντος πρῶτον μὲν ἀπεκρύπτετο ζόφῳ τὸ πεδίον, καὶ σύνοπτον οὐδὲν ἦν ἀπὸ τῶν πολεμίων, πλὴν ἠχή τις ἄκριτος καὶ συμμιγὴς ἄνω πρὸς τὸν λόφον ἐχώρει πρόσωθεν ἀνισταμένης στρατιᾶς τοσαύτης.
由于河上蒸腾起浓雾,平原起初笼罩在昏暗之中,敌军全无踪迹可寻,唯有一阵混杂莫辨的喧嚣之声从远处腾起的浩大军队中传出,回荡至山丘之上。
ὡς δʼ ἀναβάντες ἐπὶ τὸν λόφον ἔστησαν οἱ Κορίνθιοι καὶ θέμενοι τὰς ἀσπίδας διανεπαύοντο, τοῦ ἡλίου περιφερομένου καὶ μετεωρίζοντος τὴν ἀναθυμίασιν, ὁ μὲν θολερὸς ἀὴρ ἀθροιζόμενος πρὸς τὰ ὑψηλὰ καὶ συνιστάμενος κατενέφωσε τὰς ἀκρωρείας, τῶν δὲ ὑπὸ πόδας τόπων ἀνακαθαιρομένων ὅ τε Κρίμησος ἐξεφάνη καὶ διαβαίνοντες αὑτὸν ὤφθησαν οἱ πολέμιοι, πρώτοις μὲν τοῖς τεθρίπποις ἐκπληκτικῶς πρὸς ἀγῶνα κατεσκευασμένοις, κατόπιν δὲ τούτων μυρίοις ὁπλίταις λευκάσπισι.
当科林斯人登上山丘驻足、放下盾牌休整时,太阳运转升起,将水汽引向高空,阴霾之气遂在山峦聚集凝结,把山脊笼罩在浓云之中,而脚下的平原却豁然开朗,克里米苏斯河展现眼前,敌军正涉水渡河的身影映入眼帘:领头的是装备骇人、准备迎战的四马战车,其后则是一万手持白盾的重装步兵。
τούτους ἐτεκμαίροντο Καρχηδονίους εἶναι τῇ λαμπρότητι τῆς σκευῆς καὶ τῇ βραδυτῆτι καὶ τάξει τῆς πορείας.
他们从那甲胄的耀眼光泽以及行军的缓慢有序,推断这些人定是迦太基人无疑。
μετὰ δὲ τούτους τῶν λοιπῶν ἐθνῶν ἐπιρρεόντων καὶ τὴν διάβασιν μετʼ ὠθισμοῦ καὶ ταραχῆς ποιουμένων, συνιδὼν ὁ Τιμολέων τὸν ποταμὸν αὐτοῖς ταμιεύοντα τοῦ πλήθους τῶν πολεμίων ἀπολαβεῖν ὅσοις ἐθέλοιεν αὐτοὶ μάχεσθαι,1 καὶ τοὺς στρατιώτας καθορᾶν κελεύσας τὴν φάλαγγα τῷ ῥείθρῳ διαλελυμένην καὶ τοὺς μὲν ἤδη διαβεβηκότας, τοὺς δὲ μέλλοντας, προσέταξε Δημαρέτῳ λαβόντι τοὺς ἱππεῖς ἐμβαλεῖν εἰς τοὺς Καρχηδονίους καὶ συνταράξαι τὸν διάκοσμον αὐτῶν τῆς παρατάξεως οὔπω καθεστώσης.
继这些人之后,其余诸族纷纷涌入,在推挤混乱中强行渡河,蒂莫利昂洞悉河水正为他们权衡分配敌军的人数,使他们能将想迎击的人马截取下来;他遂令将士们看清敌人的方阵已被水流冲乱,一部已经渡毕,另一部正要渡河,于是命令德马雷托斯率骑兵冲击迦太基军,趁其阵线未稳将其扰乱。
αὐτὸς δὲ καταβὰς εἰς τὸ πεδίον τὰ μὲν κέρατα τοῖς ἄλλοις Σικελιώταις ἀπέδωκεν, ἀναμίξας ἑκατέρῳ τῶν ξένων οὐ πολλούς, ἐν μέσῳ δὲ περὶ αὑτὸν λαβὼν τοὺς Συρακουσίους καὶ τὸ μαχιμώτατον τῶν μισθοφόρων βραχὺν μὲν χρόνον ἐπέσχε τὸ τῶν ἱππέων ἀποθεωρῶν ἔργον, ὡς δὲ ἐκείνους εἶδεν ὑπὸ τῶν ἁρμάτων πρὸ τῆς τάξεως διαθεόντων εἰς χεῖρας ἐλθεῖν τοῖς Καρχηδονίοις οὐ δυναμένους, ἀλλʼ ὅπως μὴ συνταραχθεῖεν ἀναγκαζομένους ἐξελίττειν συνεχῶς καὶ πυκνὰς ἐξ ἐπιστροφῆς ποιεῖσθαι τὰς ἐπελάσεις,2 ἀναλαβὼν τὴν ἀσπίδα καὶ βοήσας ἕπεσθαι καὶ θαρρεῖν τοῖς πεζοῖς ἔδοξεν ὑπερφυεῖ φωνῇ καὶ μείζονι κεχρῆσθαι τῆς συνήθους, εἴτε τῷ πάθει παρὰ τὸν ἀγῶνα καὶ τὸν ἐνθουσιασμὸν οὕτω διατεινάμενος, εἴτε δαιμονίου τινός, ὡς τοῖς πολλοῖς τότε παρέστη, συνεπιφθεγξαμένου.3
他本人步入平原,将两翼交给其余西西里人,每翼混编少量雇佣兵,中央则将叙拉古人与雇佣军中最骁勇善战者集结在自己周围,短暂停留以观望骑兵的交战情况。然而,当他见骑兵因战车在阵前飞驰阻截而无法同迦太基人展开肉搏,只得不断打转,并频繁地回转调头冲锋以防阵型被冲散,他便抄起盾牌,大声呼喊步兵跟进并振作勇气;彼时他的声音显得异乎寻常,比平时宏亮得多,不知是他面对战阵时的激情与狂热使他如此声嘶力竭,抑或是如当时多数人所想的那样,有某种神灵与他一同发出呐喊。
ταχὺ δὲ τὴν κραυγὴν ἀνταποδόντων, καὶ παρεγγυώντων ἄγειν καὶ μὴ μέλλειν, τοῖς μὲν ἱππόταις ἐσήμανεν ἔξω παρὰ τὴν τάξιν τῶν ἁρμάτων παρελάσαι καὶ κατὰ κέρας προσφέρεσθαι τοῖς πολεμίοις, αὐτὸς δὲ τοὺς προμάχους πυκνώσας τῷ συνασπισμῷ, καὶ τὴν σάλπιγγα κελεύσας ἐπιφθέγξασθαι, προσέβαλε τοῖς Καρχηδονίοις.
士兵们迅速齐声呐喊回应,催促他率军进击、切莫犹疑;于是蒂莫利昂发出信号,命骑兵绕出战车阵列之外,从侧翼突击敌军,他自己则将前锋盾牌紧密相依结成密阵,命令号角吹响,向迦太基人发起了猛烈进攻。
- 27.6τὸν ποταμὸν αὐτοῖς ταμιεύοντα τοῦ πλήθους τῶν πολεμίων ἀπολαβεῖν ὅσοις ἐθέλοιεν αὐτοὶ μάχεσθαι
动词 ταμιεύω(配给、管理)带补足不定式 ἀπολαβεῖν,意为“河流为他们调节并截出他们意欲交战的敌军人数”。整句作为分词 συνιδών 的宾语,构成“宾格+分词”的补足语结构。
- 27.8ὡς δὲ ἐκείνους εἶδεν ὑπὸ τῶν ἁρμάτων πρὸ τῆς τάξεως διαθεόντων εἰς χεῖρας ἐλθεῖν τοῖς Καρχηδονίοις οὐ δυναμένους, ἀλλʼ ὅπως μὴ συνταραχθεῖεν ἀναγκαζομένους ἐξελίττειν συνεχῶς καὶ πυκνὰς ἐξ ἐπιστροφῆς ποιεῖσθαι τὰς ἐπελάσεις
由 εἶδεν 统辖的长句宾格分词结构(ἐκείνους ... οὐ δυναμένους, ἀλλʼ ... ἀναγκαζομένους)。骑兵(ἐκείνους)受阵前疾驰的战车(ὑπὸ τῶν ἁρμάτων ... διαθεόντων 表示阻碍原因)阻挡无法肉搏,为了不被冲乱(ὅπως μὴ συνταραχθεῖεν),被迫不断盘旋并迂回冲锋,形成了 οὐ δυναμένους 与 ἀλλʼ ἀναγκαζομένους 的鲜明对立。
- 27.9εἴτε τῷ πάθει παρὰ τὸν ἀγῶνα καὶ τὸν ἐνθουσιασμὸν οὕτω διατεινάμενος, εἴτε δαιμονίου τινός, ὡς τοῖς πολλοῖς τότε παρέστη, συνεπιφθεγξαμένου
在表达二选一原因的 εἴτε ... εἴτε ... 结构中出现句式交替(variatio):前一个分句使用与主语(蒂莫利昂)一致的主格分词 διατεινάμενος 配原因与格(τῷ πάθει),而后一个分句则转为了属格独立结构(δαιμονίου τινὸς ... συνεπιφθεγξαμένου)。
