← 普鲁塔克

提摩莱隆传

§26.1-26.6

芹菜征兆的巧妙化解与士气重振

进军途中行军遭遇运送野芹的骡队,士兵以为不祥,蒂莫利昂将其巧妙解释为地峡桂冠并率先戴上,加上随后出现的双鹰吉兆,使全军士气大振。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

ἀναβαίνοντι δὲ αὐτῷ1 πρὸς λόφον, ὃν ὑπερβαλόντες ἔμελλον κατόψεσθαι τὸ στράτευμα καὶ τὴν δύναμιν τῶν πολεμίων, ἐμβάλλουσιν ἡμίονοι σέλινα κομίζοντες· καὶ τοῖς στρατιώταις εἰσῆλθε πονηρὸν εἶναι τὸ σημεῖον, ὅτι τὰ μνήματα τῶν νεκρῶν εἰώθαμεν ἐπιεικῶς στεφανοῦν σελίνοις· καὶ παροιμία τις ἐκ τούτου γέγονε, τὸν ἐπισφαλῶς νοσοῦντα δεῖσθαι σελίνου.

当他正在登上一座小山——越过这座山他们便能俯瞰敌军的大队人马与军力——迎面遇上了一队驮运野芹的骡子;士兵们心中顿生这乃不祥之兆的念头,因为我们通常习惯用野芹装饰亡者的坟墓;由此还产生了一句谚语:“病入膏肓者需要野芹”。

§26.3

βουλόμενος οὖν αὐτοὺς ἀπαλλάξαι τῆς δεισιδαιμονίας καὶ τὴν δυσελπιστίαν ἀφελεῖν ὁ Τιμολέων, ἐπιστήσας τὴν πορείαν ἄλλα τε πρέποντα τῷ καιρῷ διελέχθη, καὶ τὸν στέφανον αὐτοῖς ἔφη πρὸ τῆς νίκης κομιζόμενον αὐτομάτως εἰς τὰς χεῖρας ἥκειν, ᾧ Κορίνθιοι στεφανοῦσι τοὺς Ἴσθμια νικῶντας,2 ἱερὸν καὶ πάτριον τὸ στέμμα τοῦ σελίνου νομίζοντες.

蒂莫利昂为了消除他们的迷信并祛除其绝望情绪,便勒令停军,不仅说了些切合时宜的慰勉之词,还宣称这顶冠冕尚未获胜便已自行送入他们手中——科林斯人正是用这种植物为地峡运动会的优胜者加冠,且视野芹冠冕为神圣而祖传之物。

§26.4

ἔτι γὰρ τότε τῶν Ἰσθμίων, ὥσπερ νῦν τῶν Νεμείων, τὸ σέλινον ἦν στέφανος, οὐ πάλαι δὲ ἡ πίτυς γέγονεν.

因为在当时,地峡运动会的冠冕依然是野芹,正如今日尼米亚运动会一样,而采用松树枝乃是近来的事。

§26.5

ἐντυχὼν οὖν ὁ Τιμολέων, ὥσπερ εἴρηται, τοῖς στρατιώταις καὶ λαβὼν τῶν σελίνων3 κατεστέψατο πρῶτος αὐτός, εἶτα οἱ περὶ αὐτὸν ἡγεμόνες καὶ τὸ πλῆθος.

于是蒂莫利昂如前所述向士兵们发表了演说,取过一些野芹,率先戴在自己头上,随后身旁的将领以及全体士兵也纷纷效仿。

§26.6

οἱ δὲ μάντεις κατιδόντες ἀετοὺς δύο προσφερομένους, ὧν ὁ μὲν δράκοντα τοῖς ὄνυξιν ἔφερε διαπεπαρμένον, ὁ δὲ ἵπτατο κεκλαγὼς μέγα καὶ θαρραλέον, ἐπεδείκνυον τοῖς στρατιώταις, καὶ πρὸς εὐχὰς θεῶν καὶ ἀνακλήσεις ἐτράποντο πάντες.

占卜师们此时望见两只雄鹰迎面飞来,其中一只爪中抓着一条被刺穿的毒蛇,另一只则高亢勇武地鸣叫着翱翔,便将其指给士兵们看,所有人遂转向对众神的祈祷与呼求。

语法注3 条
  1. 26.1ἀναβαίνοντι δὲ αὐτῷ

    人称代词与现在分词的与格(“当他正在登上时”),作为主句动词 ἐμβάλλουσιν(迎面相撞、碰上)所要求的关涉与格(与格宾语)。

  2. 26.3τοὺς Ἴσθμια νικῶντας

    Ἴσθμια 是分词 νικῶντας(胜者)所带的内部宾格(同源宾格),意为“在伊斯特米亚竞技会上获胜的人”。

  3. 26.5λαβὼν τῶν σελίνων

    带冠词的复数属格 τῶν σελίνων 作为分词 λαβών 的宾语,充当部分属格,意为“取了其中的一些野芹”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:26.1-26.6