← 普鲁塔克

提摩莱隆传

§25.1-25.6

迦太基大军入侵与进军克里梅苏斯河

迦太基七万大军登陆利利拜乌姆,叙拉古人恐慌且部分雇佣军叛逃,但蒂莫利昂鼓舞余众迅速进军克里梅苏斯河。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

ἐν τούτῳ δὲ Καρχηδόνιοι καταπλέουσιν εἰς τὸ Λιλύβαιον ἄγοντες ἑπτὰ μυριάδας στρατοῦ καὶ τριήρεις διακοσίας καὶ πλοῖα χίλια κομίζοντα μηχανὰς καὶ τέθριππα καὶ σῖτον ἄφθονον καὶ τὴν ἄλλην παρασκευήν, ὡς οὐκέτι ποιησόμενοι κατὰ μέρος τὸν πόλεμον, ἀλλʼ ὁμοῦ πάσης Σικελίας ἐξελάσοντες τοὺς Ἕλληνας·1

在此期间,迦太基人率领七万大军、两百艘三列桨战船以及一千艘运载攻城器械、四马战车、充裕粮食和其他军备的运输船驶入利利拜乌姆,意图不再进行局部战争,而是一举将希腊人逐出整个西西里。

§25.2

ἦν γὰρ ἡ δύναμις ἐπαρκοῦσα καὶ μὴ νοσοῦντας μηδὲ διεφθαρμένους ὑπʼ ἀλλήλων συλλαβέσθαι Σικελιώτας.2

因为这支军力即便要制服并未罹患内乱亦未彼此相残的西西里希腊人,也是绰绰有余的。

§25.3

πυθόμενοι δὲ πορθεῖσθαι τὴν ἐπικράτειαν αὐτῶν, εὐθὺς ὀργῇ πρὸς τοὺς Κορινθίους ἐχώρουν Ἀσδρούβα τε καὶ Ἀμίλκα στρατηγούντων.

迦太基人获悉自己的领地遭到蹂躏,便在哈斯德鲁拔与哈米尔卡统率下,愤怒地立即向科林斯人进军。

§25.4

τῆς δὲ ἀγγελίας ὀξέως εἰς Συρακούσας ἀφικομένης οὕτω κατεπλάγησαν οἱ Συρακούσιοι πρὸς τὸ μέγεθος τῆς δυνάμεως ὥστε μόλις τῷ Τιμολέοντι τρισχιλίους ἀπὸ τοσούτων μυριάδων ὅπλα λαβόντας τολμῆσαι συνεξελθεῖν.

当这一消息迅速传到叙拉古时,叙拉古人被对方庞大的兵力吓得不知所措,以至于在如此众多的人口之中,仅有区区三千人拿起武器,敢于随同蒂莫利昂一同出征。

§25.5

οἱ δὲ μισθοφόροι τετρακισχίλιοι τὸ πλῆθος ἦσαν καὶ τούτων αὖθις ὅσον χίλιοι καθʼ ὁδὸν ἀποδειλιάσαντες ἀνεχώρησαν, ὡς οὐχ ὑγιαίνοντος τοῦ Τιμολέοντος,3 ἀλλὰ μαινομένου παρʼ ἡλικίαν καὶ πρὸς ἑπτὰ μυριάδας πολεμίων μετὰ πεντακισχιλίων πεζῶν καὶ χιλίων ἱππέων βαδίζοντος, καὶ διαρτῶντος ὁδὸν ἡμερῶν ὀκτὼ τὴν δύναμιν ἀπὸ τῶν Συρακουσῶν, ὅθεν οὔτε σωθῆναι τοῖς φεύγουσιν οὔτε ταφῆναι τοῖς πεσοῦσιν αὐτῶν ὑπάρξει,4 τούτους μὲν οὖν Τιμολέων κέρδος ἡγεῖτο πρὸ τῆς μάχης φανεροὺς γεγονότας, τοὺς δὲ ἄλλους ἐπιρρώσας κατὰ τάχος ἦγε πρὸς τὸν Κρίμησον ποταμόν, ὅπου καὶ τοὺς Καρχηδονίους ἤκουσε συνάπτειν.

雇佣军总数为四千人,其中又有约一千人在半路上吓破了胆而折返,其托词是:蒂莫利昂神志不清,不顾老迈之年而发狂,竟率领五千步兵与一千骑兵去迎战七万敌军,并将部队带往距离叙拉古八日行程之遥的地方,在那里溃逃者既无生路,阵亡者亦无法得到安葬。因此,蒂莫利昂认为这帮人在战前暴露真面目实属幸事;他鼓舞了其余战士,迅速率军奔赴克里梅苏斯河,因为他听说迦太基人也正朝那里集结。

语法注4 条
  1. 25.1ὡς οὐκέτι ποιησόμενοι κατὰ μέρος τὸν πόλεμον, ἀλλʼ ὁμοῦ πάσης Σικελίας ἐξελάσοντες τοὺς Ἕλληνας

    小词 ὡς 连用将来时分词(ποιησόμενοι 与 ἐξελάσοντες),表示主语(迦太基人)的主观意图或公开宣称的目的。

  2. 25.2συλλαβέσθαι Σικελιώτας

    不定式 συλλαβέσθαι 在此意为“擒获”、“制服”或“平定”,其直接宾语为宾格的 Σικελιώτας。前面的 καὶ μὴ νοσοῦντας... 作修饰语修饰 Σικελιώτας,带有让步意味(“即便对于未曾内乱削弱的西西里人而言”)。

  3. 25.5ὡς οὐχ ὑγιαίνοντος τοῦ Τιμολέοντος

    小词 ὡς 连用属格绝对结构(τοῦ Τιμολέοντος 配合分词 ὑγιαίνοντος, μαινομένου, βαδίζοντος, διαρτῶντος),引出逃亡雇佣军所宣称的主观借口或理由。

  4. 25.5ὅθεν οὔτε σωθῆναι τοῖς φεύγουσιν οὔτε ταφῆναι τοῖς πεσοῦσιν αὐτῶν ὑπάρξει

    关系副词 ὅθεν(“从那里”)指代八日路程之遥的荒远之地。动词 ὑπάρξει 作非人称用法(“将有可能/将得以”),以不定式 σωθῆναι 和 ταφῆναι 为主语,搭配与格人称(τοῖς φεύγουσιν, τοῖς πεσοῦσιν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:25.1-25.6