- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:24.1-24.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
随着叙拉古的重建,蒂莫莱翁着手铲除全岛的僭主,降服了希克塔斯并将莱普提涅斯流放至科林斯。他本人返回叙拉古与科林斯立法者一同制定宪制,同时派遣雇佣军远征迦太基辖地筹集军资。
οὕτω δὲ τῆς πόλεως ἀναζωπυρούσης καὶ πληρουμένης, ἐπιρρεόντων πανταχόθεν εἰς αὐτὴν τῶν πολιτῶν, βουλόμενος ὁ Τιμολέων καὶ τὰς ἄλλας πόλεις ἐλευθερῶσαι καὶ παντάπασιν ἐκκόψαι τῆς Σικελίας τὰς τυραννίδας, ἐπὶ τὰς χώρας αὐτῶν στρατεύων Ἱκέτην μὲν ἠνάγκασεν ἀποστάντα Καρχηδονίων1 ὁμολογῆσαι τὰς ἀκροπόλεις κατασκάψειν καὶ βιοτεύσειν ἰδιώτην ἐν Λεοντίνοις, Λεπτίνου δὲ τοῦ τυραννοῦντος Ἀπολλωνίας καὶ συχνῶν ἄλλων πολιχνίων, ὡς ἐκινδύνευε κατὰ κράτος ἁλῶναι, παραδόντος αὑτόν φεισάμενος εἰς Κόρινθον ἀπέστειλε, καλὸν ἡγούμενος ἐν τῇ μητροπόλει τοὺς τῆς Σικελίας τυράννους ὑπὸ τῶν Ἑλλήνων ἀποθεωρεῖσθαι φυγαδικῶς καὶ ταπεινῶς ζῶντας.2
随着该城如此重获生机并重新充实,公民们从四面八方涌入其中,蒂莫莱翁亦希望解放其他城邦,将僭主统治从西西里彻底根除,于是出兵进攻他们的领地。他迫使希克塔斯脱离迦太基人,并答应拆毁要塞,在莱昂蒂诺伊作为普通平民生活;至于统治阿波罗尼亚及其他许多小城镇的僭主莱普提涅斯,在面临被强行攻陷的危险而主动投降时,蒂莫莱翁饶恕了他并将其送往科林斯,因为他认为,让希腊人在母邦亲眼目睹西西里的僭主们沦为流亡者、卑微度日,实是一幅极佳的景象。
τοὺς δὲ μισθοφόρους βουλόμενος ἐκ τῆς πολεμίας ὠφελεῖσθαι καὶ μὴ σχολάζειν, αὐτὸς μὲν εἰς τὰς Συρακούσας ἐπανῆλθε τῇ καταστάσει τῆς πολιτείας προσέξων καὶ τοῖς ἥκουσιν ἐκ Κορίνθου νομοθέταις Κεφάλῳ καὶ Διονυσίῳ τὰ κυριώτατα καὶ κάλλιστα συνδιαθήσων, τοὺς δὲ περὶ Δείναρχον καὶ Δημάρετον3 εἰς τὴν τῶν Καρχηδονίων ἐξέπεμψεν ἐπικράτειαν, οἳ πόλεις πολλὰς ἀφιστάντες τῶν βαρβάρων οὐ μόνον αὐτοὶ διῆγον ἐν ἀφθόνοις, ἀλλὰ καὶ χρήματα παρεσκεύαζον εἰς τὸν πόλεμον ἀπὸ τῶν ἁλισκομένων.
此外,蒂莫莱翁希望雇佣军从敌方领土获取收益而不致无所事事,他本人便返回叙拉古,以便专注于政制的建立,并与来自科林斯的立法者凯法洛斯和狄奥尼修斯一同制定最为关键且最好的法度;另一方面,他将戴纳库斯和德马雷托斯统率的部队派遣到迦太基人的管辖境内,他们使许多城邦脱离蛮族,不仅自身物资丰足,还从战利品中筹备了战争资金。
- 24.1ἀποστάντα Καρχηδονίων
与ἠνάγκασεν的直接宾语(亦即不定式ὁμολογῆσαι的逻辑主语)Ἱκέτην在性、数、格上一致的过去能动态分词,表示先行条件,意为“在脱离迦太基人之后(答应……)”。
- 24.2τοὺς τῆς Σικελίας τυράννους ὑπὸ τῶν Ἑλλήνων ἀποθεωρεῖσθαι φυγαδικῶς καὶ ταπεινῶς ζῶντας
由καλὸν ἡγούμενος引出的带不定式结构。ἀποθεωρεῖσθαι是被动态不定式(“被注视/观赏”),其逻辑主语为对格的τοὺς τῆς Σικελίας τυράννους。分词ζῶντας修饰该逻辑主语,作表语性补充(“过着流亡生活”),ὑπὸ τῶν Ἑλλήνων则是该被动态不定式的施动者状语。
- 24.4τοὺς δὲ περὶ Δείναρχον καὶ Δημάρετον
希腊语固定惯用语οἱ περί τινα,可指“某人自身”或“某人及其部属/军队”。此处作为ἐξέπεμψεν的直接宾语,指由戴纳库斯和德马雷托斯所统领的分遣部队。
