← 普鲁塔克

提摩莱隆传

§23.1-23.8

新移民的涌入与城邦财产的分配

科林斯人并未据有叙拉古,而是在全希腊招募移民并派遣万余人前往西西里;在汇聚至六万人后,蒂莫莱翁主持分配土地并变卖房产,在因困窘而变卖雕像的审决中,唯独格隆的雕像因其战胜迦太基人的功勋得以保留。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

τῶν δὲ γραμμάτων τούτων παρὰ τοῦ Τιμολέοντος κομισθέντων, καὶ πρέσβεων ἅμα παρόντων Συρακουσίων καὶ δεομένων ἐπιμεληθῆναι τῆς πόλεως καὶ γενέσθαι πάλιν ἐξ ὑπαρχῆς οἰκιστάς, οὐχ ἥρπασαν οἱ Κορίνθιοι τὴν πλεονεξίαν, οὐδὲ προσεποίησαν αὑτοῖς τὴν πόλιν, ἀλλὰ πρῶτον μὲν ἐπιόντες τοὺς ἱεροὺς ἀγῶνας ἐν τῇ Ἑλλάδι καὶ τὰς μεγίστας τῶν πανηγύρεων ἀνηγόρευον ὑπὸ κηρύκων ὅτι Κορίνθιοι καταλελυκότες τὴν ἐν Συρακούσαις τυραννίδα, καὶ τὸν τύραννον ἐξεληλακότες, καλοῦσι Συρακουσίους καὶ τῶν ἄλλων Σικελιωτῶν τὸν βουλόμενον οἰκεῖν τὴν πόλιν ἐλευθέρους καὶ αὐτονόμους, ἐπʼ ἴσοις καὶ δικαίοις τὴν χώραν διαλαχόντας· ἔπειτα διαπέμποντες ἀγγέλους εἰς τὴν Ἀσίαν καὶ τὰς νήσους, ὅπου πλείστους ἐπυνθάνοντο τῶν φυγάδων διεσπαρμένους κατοικεῖν, παρεκάλουν ἰέναι πάντας εἰς Κόρινθον, ὡς Κορινθίων ἀσφαλῆ πομπὴν καὶ πλοῖα καὶ στρατηγοὺς παρεξόντων ἰδίοις τέλεσιν εἰς Συρακούσας.1

蒂莫莱翁的这些书信送达之时,叙拉古的使节也一同到场,恳求他们照料这座城邦,重新从头作为其创建者。科林斯人既没有抓住这个占便宜的机会,也没有将该城据为己有;反而首先前往希腊境内的各处圣会竞技以及最重大的节日庆典,通过传令官宣告:科林斯人既已摧毁叙拉古的僭主统治并驱逐了僭主,便召集叙拉古人以及其他意愿前来的西西里希腊人,以自由和自治的身份定居该城,并在平等公正的原则下分配土地;随后,他们又派遣使者前往亚洲和各岛屿——他们获悉大部分流亡者正散居在那些地方——敦促大家齐聚科林斯,宣称科林斯人将自费提供前往叙拉古的安全护航、船只和将领。

§23.4

κηρυσσομένων δὲ τούτων ἡ μὲν πόλις τὸν δικαιότατον καὶ κάλλιστον ἀπελάμβανεν ἔπαινον καὶ ζῆλον, ἐλευθεροῦσα μὲν ἀπὸ τῶν τυράννων, σῴζουσα δʼ ἀπὸ τῶν βαρβάρων, ἀποδιδοῦσα δὲ τοῖς πολίταις τὴν χώραν.

当这些事情宣布出去时,科林斯城赢得了最为当之无愧且无比美好的称赞与钦佩,因为它从僭主手中予以解放,从蛮族手中加以拯救,并将土地归还给公民。

§23.5

οἱ δὲ συνελθόντες εἰς Κόρινθον οὐκ ὄντες ἱκανοὶ τὸ πλῆθος ἐδεήθησαν ἐκ Κορίνθου καὶ τῆς ἄλλης Ἑλλάδος παραλαβεῖν συνοίκους· καὶ γενόμενοι μυρίων οὐκ ἐλάττους κατέπλευσαν εἰς Συρακούσας.

聚集到科林斯的人在数量上尚嫌不足,便请求从科林斯和希腊其他地方接纳共同定居者;当人数达到不少于一万人时,他们便航行至叙拉古。

§23.6

ἤδη δὲ καὶ τῶν ἐξ Ἰταλίας καὶ Σικελίας πολλοὶ τῷ Τιμολέοντι συνεληλύθεισαν καὶ γενομένοις αὐτοῖς ἑξακισμυρίοις τὸ πλῆθος,2 ὡς Ἄθανις εἴρηκε, τὴν μὲν χώραν διένειμε, τὰς δὲ οἰκίας ἀπέδοτο χιλίων ταλάντων, ἅμα μὲν ὑπολειπόμενος τοῖς ἀρχαίοις Συρακουσίοις ἐξωνεῖσθαι τὰς αὑτῶν, ἅμα δὲ χρημάτων εὐπορίαν τῷ δήμῳ μηχανώμενος οὕτως πενομένῳ καὶ πρὸς τἆλλα καὶ πρὸς τὸν πόλεμον ὥστε καὶ τοὺς ἀνδριάντας ἀποδόσθαι, ψήφου διαφερομένης ὑπὲρ ἑκάστου καὶ γινομένης κατηγορίας, ὥσπερ ἀνθρώπων εὐθύνας διδόντων·

彼时,来自意大利和西西里的许多人也已经聚集到蒂莫莱翁麾下;据阿塔尼斯记载,当他们的人数总计达到六万人时,蒂莫莱翁便分配了土地,并将房屋以一千塔兰同售出。这既是为原先的叙拉古人留下购回自家房产的余地,同时也是为民众筹措充裕的资金——民众在其他方面以及战事上皆已困窘到了极点,以至于连雕像都要变卖,对每一尊雕像都进行投票并提出指控,犹如人们在接受卸任清算一般。

§23.8

ὅτε δή φασι τὸν Γέλωνος ἀνδριάντα τοῦ παλαιοῦ τυράννου διατηρῆσαι τοὺς Συρακουσίους, καταχειροτονουμένων τῶν ἄλλων, ἀγαμένους καὶ τιμῶντας τὸν ἄνδρα τῆς νίκης ἣν πρὸς Ἱμέρᾳ Καρχηδονίους ἐνίκησεν.3

正是在那时,据说在其他雕像皆被投票判定变卖之际,叙拉古人却保留了昔日僭主格隆的雕像,因为他们钦佩并敬重此人在希梅拉击溃迦太基人所取得的那场胜利。

语法注3 条
  1. 23.3ὡς Κορινθίων ἀσφαλῆ πομπὴν καὶ πλοῖα καὶ στρατηγοὺς παρεξόντων ἰδίοις τέλεσιν εἰς Συρακούσας

    连词 ὡς 后接将来分词的属格独立结构(Κορινθίων ... παρεξόντων)。修饰主动词 παρεκάλουν,表示发出邀请的主体(科林斯人)所提出的主观理由、保证或允诺(“声称/保证科林斯人将自费提供……”)。

  2. 23.6γενομένοις αὐτοῖς ἑξακισμυρίοις τὸ πλῆθος

    与格分词短语 γενομένοις αὐτοῖς 承接前文的 τῷ Τιμολέοντι συνεληλύθεισαν(聚集到蒂莫莱翁麾下),对于主句的主动词(διένειμε, ἀπέδοτο)而言,充当表示时间/情势及利益关联的与格(“当他们的人数达到六万人时,他为他们……”)。

  3. 23.8τῆς νίκης ἣν πρὸς Ἱμέρᾳ Καρχηδονίους ἐνίκησεν

    τῆς νίκης 是附属于表示情感与赞赏的分词 ἀγαμένους καὶ τιμῶντας 的“原因属格”(因……而钦佩并敬重)。关系从句中的 ἣν ... ἐνίκησεν 则构成了双宾格结构:ἣν(胜利)为同源宾格,Καρχηδονίους(迦太基人)为表示战胜对象的宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:23.1-23.8