← 普鲁塔克

提摩莱隆传

§22.1-22.8

拆毁僭主要塞与向科林斯请求移民

蒂莫莱翁拆毁了叙拉古僭主的要塞并在原地修建法庭;面对城邦极度荒芜废弃以及迦太基人大举进犯的威胁,他决定请求科林斯派遣移民。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

γενόμενος δὲ τῆς ἄκρας κύριος οὐκ ἔπαθε Δίωνι ταὐτὸ πάθος,1 οὐδʼ ἐφείσατο τοῦ τόπου διὰ τὸ κάλλος καὶ τὴν πολυτέλειαν τῆς κατασκευῆς, ἀλλὰ τὴν ἐκεῖνον διαβαλοῦσαν, εἶτʼ ἀπολέσασαν ὑποψίαν φυλαξάμενος ἐκήρυξε τῶν Συρακοσίων τὸν βουλόμενον παρεῖναι μετὰ σιδήρου καὶ συνεφάπτεσθαι κατασκαπτομένων τῶν τυραννικῶν ἐρυμάτων.2

蒂莫莱翁成为卫城的主人后,没有遭遇与迪翁相同的厄运,也没有因其建筑的壮美与奢华而对该地心存怜惜,而是防范那曾使迪翁蒙受毁谤并最终毁灭了他的猜忌,向叙拉古人宣告:凡有意者皆可携带铁具前来,共同参与拆毁僭主堡垒的工程。

§22.2

ὡς δὲ πάντες ἀνέβησαν, ἀρχὴν ἐλευθερίας ποιησάμενοι βεβαιοτάτην τὸ κήρυγμα καὶ τὴν ἡμέραν ἐκείνην, οὐ μόνον τὴν ἄκραν, ἀλλὰ καὶ τὰς οἰκίας καὶ τὰ μνήματα τῶν τυράννων ἀνέτρεψαν καὶ κατέσκαψαν.

当众人全部上去之后,便将该项宣告和那一天视为自由最坚实的开端,不仅推倒并铲平了卫城,而且将僭主们的住所与陵墓也一并捣毁铲除。

§22.3

εὐθὺς δὲ τὸν τόπον συνομαλύνας ἐνῳκοδόμησε τὰ δικαστήρια, χαριζόμενος τοῖς πολίταις καὶ τῆς τυραννίδος ὑπερτέραν ποιῶν τὴν δημοκρατίαν.

他随即整平了那块土地,在上面建起了法庭,既取悦了公民,又使民主政体凌驾于僭主统治之上。

§22.4

ἐπεὶ δὲ τὴν πόλιν ἑλὼν οὐκ εἶχε πολίτας,3 ἀλλὰ τῶν μὲν ἐν τοῖς πολέμοις καὶ ταῖς στάσεσι διαφθαρέντων, τῶν δὲ τὰς τυραννίδας φυγόντων, ἡ μὲν ἐν Συρακούσαις ἀγορὰ διʼ ἐρημίαν οὕτω πολλὴν καὶ βαθεῖαν ἐξέφυσεν ὕλην ὥστε τοὺς ἵππους ἐν αὐτῇ κατανέμεσθαι, τῶν ἱπποκόμων ἐν τῇ χλόῃ κατακειμένων, αἱ δὲ ἄλλαι πόλεις πλὴν παντελῶς ὀλίγων ἐλάφων ἐγένοντο μεσταὶ καὶ συῶν ἀγρίων, ἐν δὲ τοῖς προαστείοις καὶ περὶ τὰ τείχη πολλάκις οἱ σχολὴν ἄγοντες ἐκυνηγέτουν, ὑπήκουε δʼ οὐδεὶς τῶν ἐν τοῖς ἐρύμασι καὶ φρουρίοις κατοικούντων, οὐδὲ κατέβαινον εἰς τὴν πόλιν, ἀλλὰ φρίκη καὶ μῖσος εἶχε πάντας ἀγορᾶς καὶ πολιτείας καὶ βήματος,4 ἐξ ὧν ἀνέφυσαν αὐτοῖς οἱ πλεῖστοι τῶν τυράννων, ἔδοξε τῷ Τιμολέοντι καὶ τοῖς Συρακουσίοις γράψαι πρὸς τοὺς Κορινθίους ὅπως πέμψωσιν οἰκήτορας εἰς τὰς Συρακούσας ἐκ τῆς Ἑλλάδος, ἥ τε γὰρ χώρα σχολάζειν ἔμελλε, καὶ πολὺν πόλεμον ἐκ Λιβύης προσεδέχοντο, πυνθανόμενοι τοὺς Καρχηδονίους τοῦ μὲν Μάγωνος ἑαυτὸν ἀνελόντος ἀνεσταυρωκέναι τὸ σῶμα διὰ τὴν στρατηγίαν ὀργισθέντας, αὐτοὺς δὲ συνάγειν μεγάλην δύναμιν ὡς ἔτους ὥρᾳ διαβησομένους εἰς Σικελίαν.

但是,由于攻克该城后他并没有公民——一部分人在战争与内讧中丧生,另一部分人则逃离了僭主统治——叙拉古的广场因荒凉冷落而长出如此繁茂幽深的草木,以至于马匹在其中吃草,马夫则躺在草丛之中;其余城邦除极少数外,也都到处充斥着鹿和野猪,在郊外和城墙四周,闲暇无事之人经常前去狩猎;居住在要塞和城堡里的人,没有一个听从号召,也不肯下到城里来,因为所有人都对广场、城邦公共生活以及演讲台心怀畏惧与厌恶,正是从这些地方为他们滋生出了大多数僭主;于是蒂莫莱翁与叙拉古人决定给科林斯人修书,请求他们从希腊本土派遣移民前往叙拉古。因为土地眼看就要荒废搁置,而且他们预料到来自利比亚的一场大战,获悉迦太基人因对马戈的统帅表现大为震怒,在其自杀后将其尸体钉在柱上,并正在集结大军,打算在岁时宜行之际渡海进犯西西里。

语法注4 条
  1. 22.1Δίωνι ταὐτὸ πάθος

    与格 Δίωνι 与表示相同的 ταὐτό 连用(“与迪翁相同”),πάθος 则是动词 ἔπαθε 的同族宾格(内部宾格)。此短语意为“未遭遇与迪翁相同的厄运”,典指迪翁当年攻克该城后保留了要塞,从而招致意图实行独裁的猜忌并最终被杀的前车之鉴。

  2. 22.1κατασκαπτομένων τῶν τυραννικῶν ἐρυμάτων

    复合动词 συνεφάπτεσθαι(“协助/参与”)可接所参与活动的属格补足语,因此该属格短语既可被视为其属格宾语(“协助参与拆毁僭主堡垒”),亦可分析为表示伴随情况的独立属格。无论何种分析,都强调市民直接投身于拆毁工程。

  3. 22.4ἐπεὶ δὲ τὴν πόλιν ἑλὼν οὐκ εἶχε πολίτας

    长周期的句式骨架。从属连词 ἐπεὶ δὲ(“由于/当……”)引导的从属结构中,连续插入了描绘叙拉古因战乱而人口断绝、荒凉恐怖的多个并列分句(ἡ μὲν ἐν Συρακούσαις ἀγορά……、αἱ δὲ ἄλλαι πόλεις……、ὑπήκουε δʼ οὐδείς……),并一直延伸至主句 ἔδοξε τῷ Τιμολέοντι……(“蒂莫莱翁……决定……”)。

  4. 22.6φρίκη καὶ μῖσος εἶχε πάντας ἀγορᾶς καὶ πολιτείας καὶ βήματος

    三个属格 ἀγορᾶς、πολιτείας 和 βήματος 作表示心理状态的名词 φρίκη(战栗/恐惧)与 μῖσος(憎恨)的宾格性属格,意即“对广场、城邦公共生活与演讲台的恐惧与憎恨”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:22.1-22.8