← 普鲁塔克

提摩莱隆传

§1.1-1.6

叙拉古的内乱与狄奥尼修斯的复位

叙述提摩莱昂前往西西里之前叙拉古的混乱局势,包括狄奥尼修斯的复位,以及城中显贵投靠希克塔斯的历史背景。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

τὰ μὲν Συρακοσίων πράγματα πρὸ τῆς Τιμολέοντος εἰς Σικελίαν ἀποστολῆς οὕτως εἶχεν.

提摩莱昂受遣前往西西里之前,叙拉古的局势如下。

§1.2

ἐπεὶ Δίων μὲν ἐξελάσας Διονύσιον τὸν τύραννον εὐθὺς ἀνῃρέθη δόλῳ καὶ διέστησαν οἱ σὺν Δίωνι Συρακοσίους ἐλευθερώσαντες, ἡ δὲ πόλις ἄλλον ἐξ ἄλλου μεταβάλλουσα συνεχῶς τύραννον ὑπὸ πλήθους κακῶν μικρὸν ἀπέλειπεν ἔρημος εἶναι,1 τῆς δʼ ἄλλης Σικελίας ἡ μὲν ἀνάστατος καὶ ἄπολις παντάπασιν ἤδη διὰ τοὺς πολέμους ὑπῆρχεν, αἱ δὲ πλεῖσται πόλεις ὑπὸ βαρβάρων μιγάδων καὶ στρατιωτῶν ἀμίσθων κατείχοντο, ῥᾳδίως προσιεμένων τὰς μεταβολὰς τῶν δυναστειῶν,2 Διονύσιος ἔτει δεκάτῳ ξένους συναγαγὼν καὶ τὸν τότε κρατοῦντα τῶν Συρακοσίων Νυσαῖον ἐξελάσας, ἀνέλαβε τὰ πράγματα πάλιν καὶ καθειστήκει τύραννος ἐξ ἀρχῆς,3 παραλόγως μὲν ὑπὸ μικρᾶς δυνάμεως τὴν μεγίστην τῶν πώποτε τυραννίδων ἀπολέσας, παραλογώτερον δʼ αὖθις ἐκ φυγάδος καὶ ταπεινοῦ4 τῶν ἐκβαλόντων κύριος γενόμενος.

狄翁在驱逐僭主狄奥尼修斯之后,旋即因奸计被杀,与狄翁一同解放叙拉古人的人陷入分裂;城邦接连不断地更换僭主,因祸患丛生而几乎沦为空城;至于西西里的其余地方,一部分由于连年战祸早已完全沦为废墟、城邑尽毁,大多数城邦则被各族混杂的蛮族与无饷雇佣兵所占据,这些人极易接受政权的更迭;在这样的情形下,狄奥尼修斯在第十年纠集雇佣军,驱逐了当时统治叙拉古人的纽赛奥斯,重新夺得大权,从头再次成为僭主。他曾令人难以置信地被一支微小的力量夺去了有史以来最大的僭主统治,如今又更加不可思议地从一个流亡卑贱之人,重新成为了驱逐他的人的主人。

§1.5

οἱ μὲν οὖν ὑπομείναντες ἐν τῇ πόλει τῶν Συρακοσίων ἐδούλευον οὔτʼ ἄλλως ἐπιεικεῖ τυράννῳ καὶ τότε παντάπασιν ὑπὸ συμφορῶν ἀπηγριωμένῳ τὴν ψυχήν, οἱ δὲ βέλτιστοι καὶ γνωριμώτατοι πρὸς Ἱκέτην τραπέντες τὸν δυναστεύοντα τῶν Λεοντίνων ἐπέτρεψαν αὑτοὺς ἐκείνῳ καὶ στρατηγὸν εἵλοντο τοῦ πολέμου, βελτίω μὲν οὐδενὸς ὄντα τῶν ὁμολογουμένως τυράννων, ἑτέραν δʼ οὐκ ἔχοντες ἀποστροφὴν, καὶ πιστεύσαντες Συρακουσίῳ τὸ γένος ὄντι καὶ κεκτημένῳ δύναμιν ἀξιόμαχον πρὸς τὸν τύραννον.

因此,叙拉古人中留在城内的人,便屈从于一位平日里本就不仁慈、此时更因接连的不幸而心性变得彻底凶暴残忍的僭主;而那些最优秀、最显赫的人则投奔了莱翁蒂尼的统治者希克塔斯,将自己托付给他,推选他为战事的统帅;这并非因为希克塔斯比任何公认的僭主更好,而是因为他们别无退路,并且信任他是一个叙拉古同胞,且拥有一支足以与僭主匹敌的力量。

语法注4 条
  1. 1.2μικρὸν ἀπέλειπεν ἔρημος εἶναι

    动词 ἀπολείπω 与副词性中性宾格 μικρόν 连用,构成“差一点、濒临于……”的惯用表达。此处为主语 ἡ πόλις(城邦)的人称句构,搭配主格表语形容词 ἔρημος 及不定式 εἶναι。

  2. 1.3ῥᾳδίως προσιεμένων τὰς μεταβολὰς τῶν δυναστειῶν

    分词 προσιεμένων(中动态/被动态现在时属格复数)应作修饰前置词短语中“ὑπὸ βαρβάρων μιγάδων καὶ στρατιωτῶν ἀμίσθων”(被各族混杂的蛮族与无饷士兵)的一致分词,说明这些人极易接纳政权更替的特质。虽然形式上亦可读作属格独立结构,但依附于前置词的宾语更为顺畅紧密。

  3. 1.2ἐπεὶ Δίων μὲν ... καθειστήκει τύραννος ἐξ ἀρχῆς

    这是一个长句周期结构。由连词 ἐπεί 引导的从属从句交代了狄翁被刺、城邦动荡及西西里全境的残破等背景,主句的核心骨干直至“Διονύσιος ... ἀνέλαβε τὰ πράγματα πάλιν καὶ καθειστήκει τύραννος ἐξ ἀρχῆς”(狄奥尼修斯重新夺得大权,从头再次成为僭主)才出现。

  4. 1.4ἐκ φυγάδος καὶ ταπεινοῦ

    介词 ἐκ 后接阳性单数属格名词与形容词,表示前一阶段的身份与处境(“从流亡者和卑微之人”),并与后文的“τῶν ἐκβαλόντων κύριος γενόμενος”(成为驱逐他之人的主宰)形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:1.1-1.6