← 普鲁塔克

提摩莱隆传

§19.1-19.6

科林斯援军的陆路行军与横渡西西里

图里奥伊的科林斯军为避开风浪与敌舰,取道陆路经布鲁提翁抵达雷吉翁;迦太基指挥官驶往叙拉古谎报大捷,科林斯人却趁隙待风平浪静后安然横渡至西西里。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

ταῦτα μὲν οὖν ἔτι τῇ προνοίᾳ καὶ ἀρετῇ δίδωσί τινα πρὸς τὴν τύχην ἀμφισβήτησιν1 τὸ δʼ ἐπὶ τούτοις γενόμενον παντάπασιν ἔοικε συμβῆναι κατʼ εὐτυχίαν.

上述事情尚可在智谋、英勇与命运之间留有一些争功的余地;但在那之后发生的事,则完全像是全凭侥幸。

§19.2

οἱ γὰρ ἐν τοῖς Θουρίοις διατρίβοντες στρατιῶται τῶν Κορινθίων ἅμα μὲν δεδιότες τὰς Καρχηδονίων τριήρεις, αἳ παρεφύλαττον αὐτοὺς μετὰ Ἄννωνος, ἅμα δʼ ἐφʼ ἡμέρας πολλὰς ἐξηγριωμένης ὑπὸ πνεύματος τῆς θαλάττης, πεζῇ διὰ Βρεττίων ὥρμησαν πορεύεσθαι· καὶ τὰ μὲν πείθοντες, τὰ δὲ βιαζόμενοι τοὺς βαρβάρους εἰς Ῥήγιον κατέβαινον ἔτι πολὺν χειμῶνα τοῦ πελάγους ἔχοντος.

原来,驻扎在图里奥伊的科林斯士兵,一方面害怕汉诺指挥的迦太基三列桨战船对他们严加监视,另一方面海面一连数日受暴风摧折而波涛汹涌,于是决意徒步经由布鲁提翁境内行军;他们对那些蛮族时而劝导,时而用强,在海面风暴依旧肆虐之时,便下抵雷吉翁。

§19.4

ὁ δὲ τῶν Καρχηδονίων ναύαρχος, ὡς οὐ προσεδόκα τοὺς Κορινθίους καὶ μάτην ᾤετο καθῆσθαι, πείσας αὐτὸς ἑαυτὸν νενοηκέναι τι τῶν σοφῶν καὶ πανούργων πρὸς ἀπάτην, στεφανώσασθαι τοὺς ναύτας κελεύσας καὶ κοσμήσας τὰς τριήρεις ἀσπίσιν Ἑλληνικαῖς καὶ φοινικίσιν, ἔπλει πρὸς τὰς Συρακούσας.

然而迦太基的海军指挥官料定科林斯人不会前来,觉得自己在此徒然守候,自以为想出了某种用于欺诈的绝妙诡计,便命水手们戴上花冠,并用希腊人的盾牌和绯红斗篷装点三列桨战船,径直驶向叙拉古。

§19.5

καὶ παρὰ τὴν ἀκρόπολιν χρώμενος ῥοθίῳ μετὰ κρότου καὶ γέλωτος ἐβόα τοὺς Κορινθίους ἥκειν νενικηκὼς καὶ κεχειρωμένος,2 ἐν τῇ θαλάττῃ λαβὼν διαπλέοντας, ὡς δή τινα δυσθυμίαν τοῖς πολιορκουμένοις παρέξων.

他在经过卫城近旁时激起浪花,在一片喧闹与欢笑中大声叫嚷,称自己已经克敌制胜并降伏了科林斯人,趁他们在海上横渡时将他们擒获,企图以此打击被围守军的士气。

§19.6

ἐκείνου δὲ ταῦτα ληροῦντος καὶ φενακίζοντος ἐκ τῶν Βρεττίων καταβεβηκότες οἱ Κορίνθιοι εἰς τὸ Ῥήγιον, ὡς οὐδεὶς παρεφύλαττε καὶ τὸ πνεῦμα κατεσβεσμένον παραλόγως ἀκύμονα τὸν πόρον ἰδεῖν καὶ λεῖον παρεῖχε,3 ταχὺ πληρώσαντες τὰ πορθμεῖα καὶ τὰς ἁλιάδας τὰς παρούσας ἀνήγοντο καὶ διεκομίζοντο πρὸς τὴν Σικελίαν, οὕτως ἀσφαλῶς καὶ διὰ τοσαύτης γαλήνης ὥστε τοὺς ἵππους παρὰ τὰ πλοῖα παρανηχομένους ἐκ ῥυτήρων ἐφέλκεσθαι.4

正当他胡言乱语、行此欺诈之际,从布鲁提翁地区下抵雷吉翁的科林斯人,见无人防守监视,而且风力骤息,海峡奇迹般地平静下来、目力所及毫无波澜,便迅速登上现有的渡船与小渔舟,启航横渡前往西西里;航行如此平稳安全、海面如此平静,以至于战马在船旁游水,仅凭缰绳牵引便能一道前行。

语法注4 条
  1. 19.1δίδωσί τινα πρὸς τὴν τύχην ἀμφισβήτησιν

    搭配与格 τῇ προνοίᾳ καὶ ἀρετῇ(赋予深谋远虑与勇德),介词短语 πρὸς τὴν τύχην 修饰 ἀμφισβήτησιν,字面意为“给予了对抗命运的某种争辩(争功的余地)”。

  2. 19.5τοὺς Κορινθίους ἥκειν νενικηκὼς καὶ κεχειρωμένος

    在 ἐβόα 所引出的间接引语中,不定式 ἥκειν 的主语与主句主语(迦太基指挥官本人)一致,因此分词保持主格(νενικηκὼς καὶ κεχειρωμένος)。τοὺς Κορινθίους 并非不定式的宾格主语,而是分词所带的宾语,意为“自己击溃并制服了科林斯人后归来”。

  3. 19.6ἀκύμονα τὸν πόρον ἰδεῖν καὶ λεῖον παρεῖχε

    不定式 ἰδεῖν 用作限制性(说明性)不定式,修饰形容词 ἀκύμονα 和 λεῖον,意为“看上去/目力所及毫无波澜且光滑平整”。τὸν πόρον 为 παρεῖχε 的宾语,形容词充当宾语补足语。

  4. 19.6ἐφέλκεσθαι

    由 ὥστε 引导的结果从句中的不定式。最自然的理解是作被动态,以 τοὺς ἵππους 为意义上的主语(“马匹被绳缰牵引”);亦可理解为主语省略的中动态(“人们拽着缰绳牵引战马”)。无论何者,皆描绘了马在舟侧泅渡、仅凭缰绳牵引前进的情状。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:19.1-19.6