- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:18.1-18.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提摩莱昂从卡塔纳海运粮草支援被围的卫城,马戈与希克塔斯遂率精锐出征卡塔纳试图切断补给;留在卫城的指挥官涅翁乘隙突袭占领了阿克拉迪纳要塞,迫使敌军仓皇无功而返。
οὐ μὴν ἀλλʼ ὁ Τιμολέων παρεβοήθει σῖτον ἐκ Κατάνης μικραῖς ἁλιάσι καὶ λεπτοῖς ἀκατίοις ἀποστέλλων, ἃ μάλιστα χειμῶνι παρεισέπιπτε διὰ τῶν βαρβαρικῶν τριήρων ὑποπορευόμενα, πρὸς τὸν κλύδωνα καὶ τὸν σάλον ἐκείνων διϊσταμένων.1
然而,提摩莱昂仍从卡塔纳用小型渔船和轻便小艇运送粮食前去救援;这些小舟特别是在风浪天气中潜行,乘着蛮族的战船因巨浪和波涛而彼此散开之时穿梭而入。
ἃ δὴ συνορῶντες οἱ περὶ τὸν Μάγωνα καὶ τὸν Ἱκέτην ἐβούλοντο τὴν Κατάνην ἑλεῖν, ἐξ ἧς εἰσέπλει τὰ ἐπιτήδεια τοῖς πολιορκουμένοις καὶ λαβόντες τῆς δυνάμεως τὴν μαχιμωτάτην ἐξέπλευσαν ἐκ τῶν Συρακουσῶν.
马戈和希克塔斯等人见此情景,企图攻取向被围者输送补给的卡塔纳,便抽调了全军中最善战的人员,从叙拉古扬帆出征。
ὁ δὲ Κορίνθιος Νέων οὗτος γὰρ ἦν ἄρχων τῶν πολιορκουμένων κατιδὼν ἀπὸ τῆς ἄκρας τοὺς ὑπολελειμμένους τῶν πολεμίων ἀργῶς καὶ ἀμελῶς φυλάττοντας ἐξαίφνης ἐπέπεσε διεσπαρμένοις αὐτοῖς· καὶ τοὺς μὲν ἀνελών, τοὺς δὲ τρεψάμενος, ἐκράτησε καὶ κατέσχε τὴν λεγομένην Ἀχραδινήν, ὃ κράτιστον ἐδόκει καὶ ἀθραυστότατον ὑπάρχειν τῆς Συρακουσίων μέρος πόλεως,2 τρόπον τινὰ συγκειμένης καὶ συνηρμοσμένης ἐκ πλειόνων πόλεων.
但是科林斯人涅翁——他正是在城中被围之人的指挥官——从卫城上居高临下看见留守的敌军防守懈怠疏忽,便在他们分散之际突施袭击;他诛杀一部分敌人,击溃另一部分,攻克并夺取了所谓阿克拉迪纳;在某种意义上由多座小城拼接组合而成的叙拉古全城之中,这里被视为最坚固、最难以攻破的区域。
εὐπορήσας δὲ καὶ σίτου καὶ χρημάτων οὐκ ἀφῆκε τὸν τόπον, οὐδʼ ἀνεχώρησε πάλιν ἐπὶ τὴν ἄκραν, ἀλλὰ φραξάμενος τὸν περίβολον τῆς Ἀχραδινῆς καὶ συνάψας τοῖς ἐρύμασι πρὸς τὴν ἀκρόπολιν διεφύλαττε.
涅翁在缴获了充裕的粮秣与财物后,既未放弃这片据点,也没有撤回卫城,而是修固了阿克拉迪纳的周壁,并用工事将其与卫城连接起来,严加驻守。
τοὺς δὲ περὶ τὸν Μάγωνα καὶ τὸν Ἱκέτην ἐγγὺς ἤδη τῆς Κατάνης ὄντας ἱππεὺς ἐκ Συρακουσῶν καταλαβὼν ἀπήγγειλε τὴν ἅλωσιν τῆς Ἀχραδινῆς.
而马戈和希克塔斯等人已经行至卡塔纳附近,一名来自叙拉古的骑兵追上他们,向他们报告了阿克拉迪纳陷落的噩耗。
καὶ συνταραχθέντες ἀνεχώρησαν διὰ ταχέων, οὔτε λαβόντες ἐφʼ ἣν ἐξῆλθον οὔτε φυλάξαντες ἣν εἶχον.3
他们闻讯大惊失色,仓皇退兵,既未能攻取他们出征企图夺下的城池,又未能保住自己原先拥有的城池。
- 18.1πρὸς τὸν κλύδωνα καὶ τὸν σάλον ἐκείνων διϊσταμένων
属格独立结构。代词 ἐκείνων 指代前文的 τῶν βαρβαρικῶν τριήρων(蛮族的战船)。介词短语 πρὸς τὸν κλύδωνα καὶ τὸν σάλον(面对风浪与波涛)修饰分词 διϊσταμένων,交代背景条件,即敌舰因波涛汹涌而彼此拉开间距之时,轻舟得以穿过。
- 18.4ὃ κράτιστον ἐδόκει καὶ ἀθραυστότατον ὑπάρχειν τῆς Συρακουσίων μέρος πόλεως
关系代词 ὃ(中性单数主格)的性未与其先行词 Ἀχραδινήν(阴性)一致,而是受到关系从句中作表语的名词 μέρος(中性)的同化(吸引)。短语 τῆς Συρακουσίων ... πόλεως 作部分属格修饰 μέρος。
- 18.7οὔτε λαβόντες ἐφʼ ἣν ἐξῆλθον οὔτε φυλάξαντες ἣν εἶχον
在分词 λαβόντες 与 φυλάξαντες 之后充当宾语的先行词(即相当于 πόλιν 的词)在关系从句前被省略。整句构成对称的对比结构:“既未能夺得他们出发去进攻的那座(城池),又未能守住他们原先拥有的那座(城池)”。
