← 普鲁塔克

提摩莱隆传

§20.1-20.11

蒂莫莱翁进军与马戈撤出西西里

蒂莫莱翁控制墨西拿并进军叙拉古,而两军雇佣兵的往来及一名科林斯士兵的言论促使迦太基将领马戈生疑,最终不顾劝阻撤退回利比亚并放弃了西西里。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

περαιωθέντων δὲ πάντων ὁ Τιμολέων δεξάμενος αὐτοὺς τήν τε Μεσσήνην εὐθὺς εἶχε, καὶ συνταξάμενος ἐβάδιζεν ἐπὶ τὰς Συρακούσας, οἷς εὐτύχει καὶ κατώρθου μᾶλλον ἢ τῇ δυνάμει πεποιθώς·1 οὐ γὰρ ἦσαν οἱ σὺν αὐτῷ πλείους τετρακισχιλίων.

全体渡海完毕后,蒂莫莱翁接纳了他们,并立即控制了墨西拿;随后他整肃军队,向叙拉古进军,他依仗的是自身的幸运与成功,而非手头的兵力;因为跟随他的士兵总共不超过四千人。

§20.2

ἀγγελλομένης δὲ τῆς ἐφόδου τῷ Μάγωνι θορυβούμενος καὶ δεδοικὼς ἔτι μᾶλλον εἰς ὑποψίαν ἦλθεν ἐκ τοιαύτης προφάσεως.

当这一进逼的消息传到马戈耳中时,他惶恐震惊,并由于如下由头陷入了更深的猜忌。

§20.3

ἐν τοῖς περὶ τήν πόλιν τενάγεσι, πολὺ μὲν ἐκ κρηνῶν πότιμον ὕδωρ, πολὺ δʼ ἐξ ἑλῶν καὶ ποταμῶν καταρρεόντων εἰς τήν θάλατταν δεχομένοις, πλῆθος ἐγχέλεων νέμεται, καὶ δαψίλεια τῆς ἄγρας τοῖς βουλομένοις ἀεὶ πάρεστι.

城郊的沼泽浅滩汇集了大量来自泉水的饮用水,以及大量从湿地与河流泻入大海的水流,因而繁衍了无数的鳗鱼,凡欲捕捞之人总能满载而归。

§20.4

ταύτας οἱ παρʼ ἀμφοτέρων μισθοῦ στρατευόμενοι σχολῆς οὔσης καὶ ἀνοχῶν συνεθήρευον.

受雇于双方阵营的雇佣兵,在闲暇和停战之时便一同捕捞这些鳗鱼。

§20.5

οἷα δʼ Ἕλληνες ὄντες καὶ πρὸς ἀλλήλους οὐκ ἔχοντες ἰδίων ἀπεχθειῶν πρόφασιν, ἐν μὲν ταῖς μάχαις διεκινδύνευον εὐρώστως, ἐν δὲ ταῖς ἀνοχαῖς προσφοιτῶντες ἀλλήλοις διελέγοντο.

由于他们同为希腊人,彼此之间并无私人仇怨的借口,因而在战斗中固然奋勇冒死,在停战时却互相往来交谈。

§20.6

καὶ τότε κοινὸν περὶ τήν ἁλιείαν ἔχοντες ἔργον ἐν λόγοις ἦσαν, θαυμάζοντες τῆς θαλάσσης τήν εὐφυΐαν καὶ τῶν χωρίων τήν κατασκευήν.

当时,他们正借着捕鱼的共同营生互相攀谈,赞叹这片海湾的天赐优势与周遭地形的构造。

§20.7

καὶ τις εἶπε τῶν παρὰ τοῖς Κορινθίοις στρατευομένων τοσαύτην μέντοι πόλιν τὸ μέγεθος καὶ τοσούτοις ἐξησκημένην καλοῖς ὑμεῖς Ἕλληνες ὄντες ἐκβαρβαρῶσαι προθυμεῖσθε, τοὺς κακίστους καὶ φονικωτάτους Καρχηδονίους ἐγγυτέρω κατοικίζοντες ἡμῶν, πρὸς οὓς ἔδει πολλὰς εὔχεσθαι Σικελίας προκεῖσθαι τῆς Ἑλλάδος·2

在科林斯阵营服役的一名士兵开口说道: “你们身为希腊人,竟当真急于使如此规模宏大、装点着这般多美好之物的城邦蛮族化,将最邪恶、最嗜杀的迦太基人安置在更靠近我们的地方吗?对于他们,原本应当祈求有数座西西里岛横亘于希腊之前才是!

§20.8

ἢ δοκεῖτε τούτους στρατὸν ἀγείραντας ἀπὸ στηλῶν Ἡρακλείων καὶ τῆς Ἀτλαντικῆς ἥκειν θαλάττης δεῦρο κινδυνεύσοντας ὑπὲρ τῆς Ἱκέτου δυναστείας;

抑或你们以为,这些人从赫拉克勒斯之柱和大西洋集结大军来到这里冒险,是为了希克塔斯的统治权?

§20.9

ὃς εἰ λογισμὸν εἶχεν ἡγεμόνος, οὐκ ἂν ἐξέβαλλε τοὺς πατέρας οὐδʼ ἐπῆγε τῇ πατρίδι τοὺς πολεμίους, ἀλλὰ καὶ τιμῆς καὶ δυνάμεως ἐτύγχανεν ὅσης πρέπει, Κορινθίους καὶ Τιμολέοντα πείσας.

他若具有为首领者的理智,便既不会逐走自己的父老,也不会给祖国引来仇敌,而本该通过劝说科林斯人与蒂莫莱翁,获得应有的荣誉和权势。”

§20.10

τούτους τοὺς λόγους οἱ μισθοφόροι διεθρόησαν ἐν τῷ στρατοπέδῳ, καὶ παρέσχον ὑποψίαν τῷ Μάγωνι προδίδοσθαι,3 χρῄζοντι πάλαι προφάσεως.

雇佣兵们将这番言论在军营中传布开来,使得早已在寻找借口的马戈产生了自己正遭出卖的猜忌。

§20.11

διὸ καὶ δεομένου τοῦ Ἱκέτου παραμένειν καὶ διδάσκοντος ὅσῳ βελτίονές εἰσι τῶν πολεμίων, μᾶλλον οἰόμενος ἀρετῇ καὶ τύχῃ λείπεσθαι Τιμολέοντος ἢ πλήθει δυνάμεως ὑπερβάλλειν, ἄρας εὐθὺς ἀπέπλευσεν εἰς Λιβύην, αἰσχρῶς κατʼ οὐδένα λογισμὸν ἀνθρώπινον ἐκ τῶν χειρῶν ἀφεὶς Σικελίαν.

因此,尽管希克塔斯恳求他留下,并指出他们比敌军占据何等优势,马戈却自认在英勇和运气上落后于蒂莫莱翁的程度,远甚于自己在兵力数量上胜过对方的程度,遂立即起锚扬帆驶往利比亚,在有悖于人类一切常理的情形下,可耻地将西西里拱手相让。

语法注3 条
  1. 20.1οἷς εὐτύχει καὶ κατώρθου μᾶλλον ἢ τῇ δυνάμει πεποιθώς

    关系代词 οἷς 受分词 πεποιθώς 所要求的与格支配而发生格同化(assimilation),省略了指示先行词 τούτοις,相当于 τούτοις ἅ εὐτύχει。它与后文的 τῇ δυνάμει 形成并列,共同作为 πεποιθώς(“信赖”)的补足成分。

  2. 20.7πρὸς οὓς ἔδει πολλὰς εὔχεσθαι Σικελίας προκεῖσθαι τῆς Ἑλλάδος

    非人称动词 ἔδει 搭配不定式 εὔχεσθαι 表达过去未实现的情理或义务(“本应当祈求……”)。不定式 προκεῖσθαι 的逻辑主语为宾格 πολλὰς Σικελίας,属格 τῆς Ἑλλάδος 由前缀 προ- 决定(“横亘在希腊之前”)。介词短语 πρὸς οὓς 指代迦太基人,意为“针对他们/为了防范他们”。

  3. 20.10παρέσχον ὑποψίαν τῷ Μάγωνι προδίδοσθαι

    现在被动不定式 προδίδοσθαι 在语境中的逻辑主语/受事即与格的 τῷ Μάγωνι 本人,表示“自己正在遭到背叛的猜疑”。虽然在语法上亦可理解为无人称或主动态的“有人在背叛”,但理解为被动的“(被希克塔斯及雇佣兵等)出卖”,更契合下文马戈惊恐并仓皇撤军的情理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:20.1-20.11