- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:17.1-17.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
刺杀失败后,希克塔斯招引率领全部舰队的迦太基将领马戈进驻并占领叙拉古;据守卫城的科林斯驻军因粮食短缺和激烈的围城战而陷入险境。
ὡς δὲ ταύτης διήμαρτε τῆς πείρας ὁ Ἱκέτης καὶ πρὸς Τιμολέοντα πολλοὺς ἑώρα συνισταμένους, μεμψάμενος αὐτὸς ἑαυτόν ὅτι τηλικαύτης παρούσης τῆς Καρχηδονίων δυνάμεως ὥσπερ αἰσχυνόμενος αὐτῇ κατὰ μικρὰ χρῆται1 καὶ λάθρα, κλέπτων καὶ παρεισάγων τὴν συμμαχίαν, μετεπέμπετο Μάγωνα τὸν στρατηγὸν αὐτῶν μετὰ τοῦ στόλου παντός, ὁ δὲ εἰσέπλει φοβερός ναυσὶ πεντήκοντα καὶ ἑκατὸν καταλαμβάνων τὸν λιμένα, πεζῶν δὲ μυριάδας ἓξ ἀποβιβάζων καὶ καταστρατοπεδεύων ἐν τῇ πόλει τῶν Συρακουσίων, ὥστε πάντας οἴεσθαι τὴν πάλαι λεγομένην καὶ προσδοκωμένην ἐκβαρβάρωσιν ἥκειν ἐπὶ τὴν Σικελίαν.
当希克塔斯这次企图落空,并看到许多人归附提摩莱昂时,他责怪自己:明明有迦太基人如此庞大的兵力在侧,却仿佛以此为耻一般,零星且隐秘地使用它,鬼鬼祟祟地偷引这支盟军。于是,他派人召来迦太基将领马戈及其全支舰队。马戈气势慑人地驶入,以一百五十艘战船控制了港口,登陆了六万步兵,并驻扎在叙拉古人的城内,以致所有人都以为那流传已久且被预期的野蛮化已经降临于西西里。
οὐδέποτε γὰρ Καρχηδονίοις ὑπῆρξε πρότερον μυρίους πολεμήσασι πολέμους ἐν Σικελίᾳ λαβεῖν τὰς Συρακούσας, ἀλλὰ τότε δεξαμένου τοῦ Ἱκέτου καὶ παραδόντος ἦν ὁρᾶν2 τὴν πόλιν στρατόπεδον βαρβάρων οὖσαν.
因为迦太基人此前虽在西西里进行过无数次战争,却从未能够夺取叙拉古;但此时由于希克塔斯迎接并拱手让出,人们得以亲眼目睹这座城市沦为蛮族的军营。
οἱ δὲ τὴν ἀκρόπολιν τῶν Κορινθίων κατέχοντες ἐπισφαλῶς καὶ χαλεπῶς ἀπήλλαττον, τροφῆς μὲν ἱκανῆς οὐκέτι παρούσης, ἀλλʼ ἐνδεόμενοι3 διὰ τὸ φρουρεῖσθαι τοὺς λιμένας, ἀεὶ δὲ ἐν ἀγῶσι καὶ μάχαις περὶ τὰ τείχη καὶ πρὸς πᾶν μηχάνημα καὶ πρὸς πᾶσαν ἰδέαν πολιορκίας μερίζοντες αὑτούς.
然而,据守卫城的科林斯人境况危殆艰厄:一方面由于港口受到封锁,充足的粮秣已不复存在,反倒陷入匮乏;另一方面,他们在城墙四周始终处于争战与搏杀之中,不得不分散兵力去应对各种攻城器械和各种围城手段。
- 17.1ὥσπερ αἰσχυνόμενος αὐτῇ κατὰ μικρὰ χρῆται
ὅτι从句中的动词χρῆται为现在时直陈式。即使主句动词为过去时(μετεπέμπετο),从句仍保留了最初直接思想的原始时态(repraesentatio,生动再现法),生动展现了希克塔斯内心的自责。
- 17.3ἦν ὁρᾶν
由ἦν后接不定式ὁρᾶν构成的非人称句式(相当于ἐξῆν ὁρᾶν),表示可能性,意为“能够看到”或“可以目睹”。
- 17.4τροφῆς μὲν ἱκανῆς οὐκέτι παρούσης, ἀλλʼ ἐνδεόμενοι
前半句(τροφῆς ... παρούσης)为独立属格结构,但在转折连词ἀλλά之后,句式转换为与主句主语(οἱ ... κατέχοντες)一致的主格分词ἐνδεόμενοι。此处未维持属格对称,而是直接转向主语科林斯驻军自身的状态,属于破格句法(anacoluthon)。
