← 普鲁塔克

提摩莱隆传

§16.1-16.12

科林斯援军的抵达与行刺阴谋的意外败露

本段记叙了提摩莱昂迅速取得胜利与援军的抵达,以及在阿德拉农一场针对他的刺杀图谋因第三者偶然的杀父复仇行动而戏剧性破产的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

τῆς δὲ Διονυσίου δυστυχίας παραλόγου φανείσης οὐχ ἧττον ἡ Τιμολέοντος εὐτυχία τὸ θαυμαστὸν ἔσχεν.

如果说狄奥尼修斯的不幸显得异乎寻常,那么提摩莱昂的幸运所具有的奇迹色彩也绝不逊色。

§16.2

ἐπιβὰς γὰρ Σικελίας ἐν ἡμέραις πεντήκοντα τήν τʼ ἀκρόπολιν τῶν Συρακουσῶν παρέλαβε καὶ Διονύσιον εἰς Πελοπόννησον ἐξέπεμψεν.

因为他踏上西西里岛后,在五十天之内不仅夺取了叙拉古的卫城,而且将狄奥尼修斯遣送往伯罗奔尼撒。

§16.3

ὅθεν ἐπιρρωσθέντες οἱ Κορίνθιοι πέμπουσιν αὐτῷ δισχιλίους ὁπλίτας καὶ διακοσίους ἱππεῖς, οἳ κομισθέντες ἄχρι Θουρίων τήν ἐκεῖθεν περαίωσιν ὑπὸ Καρχηδονίων πολλαῖς ναυσὶ κατεχομένης τῆς θαλάττης ἄπορον ὁρῶντες, ὡς ἦν ἀνάγκη καιρὸν περιμένοντας ἀτρεμεῖν αὐτόθι, πρὸς κάλλιστον ἔργον ἀπεχρήσαντο τῇ σχολῇ.

科林斯人由此深受鼓舞,派遣了两千名重装步兵和两百名骑兵前往他那里;但这些士兵在被运送至图里伊之后,眼见迦太基人以众多战船控制了海域,从那里渡海已不可行,由于不得不静候时机留在原地,他们便将这段闲暇用于最为崇高的事业。

§16.4

Θουρίων γὰρ ἐπὶ Βρεττίους στρατευόντων τήν πόλιν παραλαβόντες ὥσπερ πατρίδα καθαρῶς καὶ πιστῶς διεφύλαξαν.

因为当图里伊人出兵讨伐布鲁提伊人时,他们接管了这座城市,如同保卫自己的祖国一般纯正而忠诚地加以守卫。

§16.5

ὁ δʼ Ἱκέτης τήν μὲν ἀκρόπολιν τῶν Συρακουσῶν ἐπολιόρκει καὶ σῖτον ἐκώλυεν εἰσπλεῖν τοῖς Κορινθίοις, Τιμολέοντι δὲ δύο ξένους παρασκευάσας δολοφονήσοντας αὐτὸν ὑπέπεμψεν1 εἰς Ἀδρανόν, οὔτε ἄλλως περὶ τὸ σῶμα συντεταγμένην ἔχοντι φυλακήν, καὶ τότε παντάπασι διὰ τὸν θεὸν ἀνειμένως καὶ ἀνυπόπτως σχολάζοντι μετὰ τῶν Ἀδρανιτῶν.

另一方面,希克塔斯一面围困叙拉古的卫城,阻断粮食海运送达科林斯人,一面针对提摩莱昂安排了两名企图暗杀他的雇佣兵,秘密派往阿德拉农;当时提摩莱昂平时身旁既未布置严整的警卫,那时又因神明之故正与阿德拉农人完全不加防范、毫无猜疑地闲处。

§16.6

οἱ δὲ πεμφθέντες κατὰ τύχην πυθόμενοι μέλλοντα θύειν αὐτόν, ἧκον εἰς τὸ ἱερόν ὑπὸ τοῖς ἱματίοις ἐγχειρίδια κομίζοντες, καὶ τοῖς περιεστῶσι τὸν βωμὸν ἀναμιχθέντες, ἐγγυτέρω κατὰ μικρὸν ἐπεχείρουν.

被派遣的人偶然得知他正准备献祭,便怀揣短剑藏于斗篷之下潜入圣所,混杂在环绕祭坛的人群中,试图一步步逼近。

§16.7

καὶ ὅσον οὔπω2 παρακελευομένων ἀλλήλοις ἐνάρχεσθαι παίει τις αὐτῶν τὸν ἕτερον κατὰ τῆς κεφαλῆς ξίφει, καὶ πεσόντος οὔθʼ ὁ παίσας ἔμεινεν οὔδʼ ὁ μετὰ τοῦ πληγέντος ἥκων, ἀλλʼ ἐκεῖνος μὲν, ὥσπερ εἶχε τὸ ξίφος, φεύγων πρός τινα πέτραν ὑψηλὴν ἀνεπήδησεν, ἅτερος δὲ τοῦ βωμοῦ λαβόμενος ἄδειαν ᾐτεῖτο παρὰ τοῦ Τιμολέοντος ἐπὶ τῷ πάντα μηνῦσαι.3

正当他们几乎就要彼此示意动手之际,有人用剑砍中了其中一人的头部;中剑者倒地之后,砍人者没有停留,随受击者同来的同谋亦未停留,前者握着剑逃窜跳上了一块高岩,另一人则抓住祭坛,以全盘招供为条件向提摩莱昂乞求免死。

§16.8

καὶ λαβὼν ἐμήνυσε καθʼ αὑτοῦ καὶ κατὰ τοῦ τεθνηκότος ὡς πεμφθεῖεν ἐκεῖνον ἀποκτενοῦντες.

在获准之后,他便指证自己与死者,供出他们是被派来刺杀他的。

§16.9

ἐν τούτῳ δὲ καὶ τὸν ἀπὸ τῆς πέτρας κατῆγον ἕτεροι, βοῶντα μηδὲν ἀδικεῖν, ἀλλʼ ἀνῃρηκέναι δικαίως τὸν ἄνθρωπον ὑπὲρ πατρὸς τεθνηκότος, ὃν ἐκεῖνος ἀπεκτονήκοι πρότερον ἐν Λεοντίνοις.

与此同时,其他人将岩石上的那个人押解下来,那人高喊自己毫无过错,而是正当地为死去的父亲报仇杀死了此人,因为此人此前曾在莱昂蒂诺伊杀害了他的父亲。

§16.10

καὶ μαρτυροῦντας εἶχεν ἐνίους τῶν παρόντων, θαυμάζοντας ἅμα τῆς τύχης τήν εὐμηχανίαν, ὡς διʼ ἑτέρων ἕτερα κινοῦσα καὶ συνάγουσα πάντα πόρρωθεν καὶ συγκαταπλέκουσα τοῖς πλεῖστον διαφέρειν δοκοῦσι καὶ μηδὲν ἔχειν πρὸς ἄλληλα κοινόν ἀεὶ τοῖς ἀλλήλων χρῆται καὶ τέλεσι καὶ ἀρχαῖς.

在场的一些人为他作证,同时也对命运的奇巧机谋赞叹不已:命运是如何通过不同之事推动不同之事,自远方将万事汇聚一处,把看似相差极远且彼此毫无共同之处的事物交织在一起,始终借用彼此的终局与开端。

§16.11

τὸν μὲν οὖν ἄνθρωπον ἐστεφάνωσαν οἱ Κορίνθιοι δέκα μναῖς, ὅτι τῷ φυλάττοντι δαίμονι τὸν Τιμολέοντα πάθος ἔχρησε δίκαιον καὶ τὸν ἐκ πολλοῦ παρόντα θυμὸν αὐτῷ πρότερον οὐ κατανάλωσεν, ἀλλὰ μετʼ αἰτίας ἰδίας πρὸς τήν ἐκείνου σωτηρίαν ἀπὸ τύχης διετήρησεν.

于是科林斯人赏赐给那人十明那,因为他将一份正当的情感借给了护佑提摩莱昂的神灵,没有过早耗尽那股长久积蓄在他心中的愤怒,反而带着私人的缘由,经由命运的安排将其保留下来以救护那个人(提摩莱昂)。

§16.12

ἡ δʼ εἰς τὸν παρόντα καιρὸν εὐτυχία καὶ πρὸς τὰ μέλλοντα ταῖς ἐλπίσιν ἐπῆρεν ὁρῶντας ὡς ἱερὸν ἄνδρα καὶ σὺν θεῷ τιμωρὸν ἥκοντα τῇ Σικελίᾳ, τὸν Τιμολέοντα σέβεσθαι καὶ φυλάττειν.4

而当下的这次幸运也以对未来的希望鼓舞了眼见〔他〕作为神圣之人、伴随神明充当西西里岛复仇者而来的〔人们〕,使其敬重并保护提摩莱昂。

语法注4 条
  1. 16.5Τιμολέοντι δὲ δύο ξένους παρασκευάσας δολοφονήσοντας αὐτὸν ὑπέπεμψεν

    与格 Τιμολέοντι 作为动词 ὑπέπεμψεν 的利益/方向与格,同时与后文的分词短语 ἔχοντι... σχολάζοντι 保持一致。该结构标明提摩莱昂作为刺杀行动的目标,并描绘了他毫无防备的状态。

  2. 16.7ὅσον οὔπω

    习惯副词短语,意为“几乎”、“正当…之际”。修饰属格独立结构 παρακελευομένων ἀλλήλοις ἐνάρχεσθαι,突显刺客们正准备相互催促下手的千钧一发时刻。

  3. 16.7ἐπὶ τῷ πάντα μηνῦσαι

    介词 ἐπί 与中性单数与格定冠词引导的不定式(articular infinitive)连用,表达“以全盘招供为条件”的附带条件,补充说明前文乞求免死(ἄδειαν ᾐτεῖτο)的前提。

  4. 16.12ὁρῶντας ὡς ἱερὸν ἄνδρα καὶ σὺν θεῷ τιμωρὸν ἥκοντα τῇ Σικελίᾳ, τὸν Τιμολέοντα σέβεσθαι καὶ φυλάττειν

    主动词 ἐπῆρεν 支配上下文隐含的对格宾语(众人)以及不定式 σέβεσθαι καὶ φυλάττειν(鼓舞他们去敬重并保护)。对格分词 ὁρῶντας 与该隐含宾语一致,并接补充成分词 ἥκοντα(连同表语性的 ὡς ἱερὸν ἄνδρα... τιμωρόν,指提摩莱昂)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:16.1-16.12