← 普鲁塔克

提摩莱隆传

§15.1-15.11

狄奥尼修斯流亡中的机智与轶事

文中记述了流亡科林斯的狄奥尼修斯以机智从容应对境遇的数则轶事以及他与第欧根尼的对话,作者由此批评了历史学家菲利斯托斯的过分哀叹,并申明了传记记录的价值。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

οὐ μὴν ἀλλὰ καί λόγοι τινὲς αὐτοῦ μνημονεύονται, διʼ ὧν ἐδόκει συμφέρεσθαι τοῖς παροῦσιν οὐκ ἀγεννῶς.

不仅如此,关于他还流传着一些言论,从中可见他对待目前的境遇并非毫无气节。

§15.2

τοῦτο μὲν γὰρ εἰς Λευκάδα καταχθείς, πόλιν ἀπῳκισμένην ὑπὸ Κορινθίων ὥσπερ τὴν Συρακουσίων, ταὐτὸν ἔφη πεπονθέναι τοῖς ἐν ἁμαρτήμασι γενομένοις τῶν νεανίσκων· ὡς γὰρ ἐκεῖνοι τοῖς μὲν ἀδελφοῖς ἱλαρῶς συνδιατρίβουσι, τοὺς δὲ πατέρας αἰσχυνόμενοι φεύγουσιν, οὕτως αὐτὸς αἰδούμενος τὴν μητρόπολιν ἡδέως ἂν αὐτόθι μετʼ ἐκείνων κατοικεῖν.

一方面,当他泊舟于莱夫卡斯——一座与叙拉古同样由科林斯人殖民建立的城邦——时,他说自己的心境与那些犯下过错的青年毫无二致;因为正如青年们同兄弟们在一起尚能怡然消磨时光,对父亲却怀抱羞愧避之唯恐不及,同样,他自己因敬畏母邦而怀有羞耻之心,宁愿留在那座城里与莱夫卡斯人同住。

§15.4

τοῦτο δʼ ἐν Κορίνθῳ ξένου τινὸς ἀγροικότερον εἰς τὰς μετὰ τῶν φιλοσόφων διατριβὰς, αἷς τυραννῶν ἔχαιρε, χλευάζοντος αὐτὸν, καί τέλος ἐρωτῶντος τί δὴ τῆς Πλάτωνος ἀπολαύσειε σοφίας, οὐδὲν, ἔφη, σοὶ δοκοῦμεν ὑπὸ Πλάτωνος ὠφελῆσθαι, τύχης μεταβολὴν οὕτω φέροντες;1

另一方面,在科林斯,一个外邦人颇为粗鄙地嘲弄他僭主时期所沉溺的同哲学家的交往,最后质问他究竟从柏拉图的智慧中得到了什么收益,“毫无收益吗,”他说,“在你看来我们从柏拉图那里没有得到丝毫益处,哪怕我们能够如此承受命运的剧变?”

§15.5

πρὸς δὲ τὸν μουσικὸν Ἀριστόξενον καί τινας ἄλλους πυνθανομένους ὁπόθεν αὐτῷ καί τίς ἡ πρὸς Πλάτωνα γένοιτο μέμψις, πολλῶν ἔφη κακῶν τὴν τυραννίδα μεστὴν οὖσαν οὐδὲν ἔχειν τηλικοῦτον ἡλίκον τὸ μηδένα τῶν λεγομένων φίλων μετὰ παρρησίας διαλέγεσθαι·2 καί γὰρ αὐτὸς ὑπʼ ἐκείνων ἀποστερηθῆναι τῆς Πλάτωνος εὐνοίας.

当音乐家阿里斯托克塞诺斯及其他几个人询问起他与柏拉图之间的怨尤源自何处、性质为何时,他说,僭主统治虽充斥着诸多恶事,却没有任何一件大得过所谓的友人们中无一人敢于直言相谏;因为他自己也正是由于他们而被剥夺了柏拉图的善意。

§15.6

ἐπεὶ δὲ τῶν βουλομένων τις εὐφυῶν εἶναι σκώπτων τὸν Διονύσιον ἐξέσειε τὸ ἱμάτιον εἰσιὼν πρὸς αὐτὸν, ὡς δὴ πρὸς τύραννον, ἀντισκώπτων ἐκεῖνος ἐκέλευε τοῦτο ποιεῖν ὅταν ἐξίῃ παρʼ αὐτοῦ, μή τι τῶν ἔνδον ἔχων ἀπέλθῃ.3

又有一次,一个自命诙谐的人为了戏弄狄奥尼修斯,在步入他面前时抖了抖斗篷,仿佛是在晋见僭主一般;狄奥尼修斯反唇相讥,吩咐他在离开时也要照样抖抖衣服,免得他顺手牵羊带走屋里的东西。

§15.7

Φιλίππου δὲ τοῦ Μακεδόνος παρὰ πότον τινὰ λόγον μετὰ εἰρωνείας ἐμβαλόντος περὶ τῶν μελῶν καὶ τῶν τραγῳδιῶν ἃς ὁ πρεσβύτερος Διονύσιος κατέλιπε, καί προσποιουμένου διαπορεῖν ἐν τίνι χρόνῳ ταῦτα ποιεῖν ἐκεῖνος ἐσχόλαζεν, οὐ φαύλως ἀπήντησεν ὁ Διονύσιος εἰπών ἐν ᾧ σὺ κἀγὼ καί πάντες οἱ μακάριοι δοκοῦντες εἶναι περὶ κώθωνα διατρίβομεν.

还有一次在酒宴上,马其顿的腓力语带讥讽地谈及老狄奥尼修斯遗留下的抒情诗与悲剧,假意困惑他究竟是在何时抽得出空闲来创作这些作品,狄奥尼修斯应对得毫不逊色,回答说: “就在你、我以及所有被视为幸福之人把酒消磨时光的时候。”

§15.8

Πλάτων μὲν οὖν οὐκ ἐπεῖδεν ἐν Κορίνθῳ Διονύσιον, ἀλλʼ ἔτυχεν ἤδη τεθνηκώς, ὁ δὲ Σινωπεὺς Διογένης ἀπαντήσας αὐτῷ πρῶτον, ὡς ἀναξίως, ἔφη, Διονύσιε, ζῇς.

柏拉图固然未能在科林斯亲见狄奥尼修斯,因他当时已经谢世;然而锡诺普的第欧根尼在初次遇见他时,却说: “何其不配啊, 狄奥尼修斯,你竟这样活着!”

§15.9

ἐπιστάντος δʼ ἐκείνου καὶ εἰπόντος· εὖ ποιεῖς, ὦ Διόγενες, συναχθόμενος ἡμῖν ἠτυχηκόσι, τί γὰρ; εἶπεν ὁ Διογένης, οἴει μέ σοὶ συναλγεῖν, οὐ διαγανακτεῖν ὅτι τοιοῦτον ἀνδράποδον ὤν, καί τοῖς τυραννείοις, ὥσπερ ὁ πατὴρ, ἐπιτήδειος ἐγγηράσας ἀποθανεῖν, ἐνταῦθα παίζων καί τρυφῶν διάγεις μεθʼ ἡμῶν;

狄奥尼修斯停下脚步说道: “你做得好,第欧根尼,能在我们遭逢不幸时同情我们。” “怎么?” 第欧根尼说,“你以为我是同情你,而不是满腔义愤吗——像你这样如家奴般的货色,本该同你父亲一样在僭主的宫殿里老朽死去,如今却在这里同我们嬉闹优游、纵情享乐?”

§15.10

ὥστε μοι παραβάλλοντι τούτοις τὰς Φιλίστου φωνάς, ἃς ἀφίησι περὶ τῶν Λεπτίνου θυγατέρων ὀλοφυρόμενος, ὡς ἐκ μεγάλων ἀγαθῶν τῶν τῆς τυραννίδος εἰς ταπεινὴν ἀφιγμένων δίαιταν, φαίνεσθαι θρήνους γυναικὸς4 ἀλαβάστους καί πορφύρας καί χρυσία ποθούσης.

因此,当我将这些言行与菲利斯托斯关于莱普提涅斯诸女所发的悲叹之言对比时——他哀叹她们从僭主统治的显赫富贵沦落到了寒酸微贱的生活境地——那在我看来简直就像是一个渴望雪花石膏香水瓶、紫袍和黄金饰品的妇人的悲啼。

§15.11

ταῦτα μὲν οὖν οὐκ ἀλλότρια τῆς τῶν βίων ἀναγραφῆς οὐδὲ ἄχρηστα δόξειν οἰόμεθα μὴ σπεύδουσι μηδὲ ἀσχολουμένοις ἀκροαταῖς.

因此,我们认为,这些记述对于传记撰写而言并非题外之话,对于那些不求速成、亦非俗务缠身的听众来说也绝非无用之物。

语法注4 条
  1. 15.4οὐδὲν ... σοὶ δοκοῦμεν ὑπὸ Πλάτωνος ὠφελῆσθαι, τύχης μεταβολὴν οὕτω φέροντες;

    主句动词 δοκοῦμεν 采用人称构式(个人构文),以第一人称复数为主语,后接不定式 ὠφελῆσθαι。句首的否定词 οὐδὲν 引导反问句(“难道在你看来我们没有受到丝毫……?”),强烈表达反诘肯定:能够如此承受命运的急转直下,正是得益于柏拉图哲学的明证。分词短语 τύχης μεταβολὴν οὕτω φέροντες 作为情状或让步分词修饰主语。

  2. 15.5πολλῶν ἔφη κακῶν τὴν τυραννίδα μεστὴν οὖσαν οὐδὲν ἔχειν τηλικοῦτον ἡλίκον τὸ μηδένα τῶν λεγομένων φίλων μετὰ παρρησίας διαλέγεσθαι

    间接引语中的“宾格加不定式”结构。在主句动词 ἔφη 的支配下,宾格 τὴν τυραννίδα 作不定式 ἔχειν 的逻辑主语,并由一致的修饰分词短语 πολλῶν κακῶν ... μεστὴν οὖσαν 修饰。指示词 τηλικοῦτον 与关系代词 ἡλίκον 构成相关对应,其后紧接冠词引导的不定式短语 τὸ μηδένα ... διαλέγεσθαι 作为具体的同位解释。

  3. 15.6ἐκέλευε τοῦτο ποιεῖν ὅταν ἐξίῃ παρʼ αὐτοῦ, μή τι τῶν ἔνδον ἔχων ἀπέλθῃ

    动词 ἐκέλευε 为未完成过去时,支配不定式 τοῦτο ποιεῖν。时间从句 ὅταν ἐξίῃ 搭配虚拟式表示普遍情况或假设(“每当他离开时”)。随后的 μή τι τῶν ἔνδον ἔχων ἀπέλθῃ 是否定目的从句(“免得他带着屋里的任何东西离去”),构成了狄奥尼修斯反唇相讥的核心结构。

  4. 15.10ὥστε μοι παραβάλλοντι τούτοις τὰς Φιλίστου φωνάς ... φαίνεσθαι θρήνους γυναικὸς

    由 ὥστε 引导的不定式 (φαίνεσθαι) 结果从句。与格分词短语 μοι παραβάλλοντι 表示判断的主体(“对进行对比的我而言”)。不定式的逻辑主语是宾格 τὰς Φιλίστου φωνάς,表语宾格为 θρήνους γυναικὸς。虽然中间插入了关系从句 ἃς ἀφίησι... 和原因说明 ὡς...,使得语序发生离隔,但句子的核心骨架仍是 ὥστε τὰς φωνὰς φαίνεσθαι θρήνους(因此这些言论显得像是悲啼)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:15.1-15.11