← 普鲁塔克

提摩莱隆传

§14.1-14.4

狄奥尼修斯流亡科林斯的市井生活

狄奥尼修斯流亡至科林斯引来大批希腊人围观与议论;对于他在市井中展现的荒唐与卑微生活,人们在究竟是出于放荡天性还是为了避祸伪装上各执一词。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

τοῦ δὲ Διονυσίου καταπλεύσαντος εἰς Κόρινθον, οὐδεὶς ἦν Ἑλλήνων ὃς οὐχὶ θεάσασθαι καὶ προσειπεῖν ἐπόθησεν αὐτόν.

当狄奥尼修斯乘船抵达科林斯时,没有一个希腊人不渴望亲眼见他一见并同他搭话。

§14.2

ἀλλʼ οἵ τε χαίροντες ἐπὶ ταῖς συμφοραῖς διὰ μῖσος ἄσμενοι συνῆλθον οἷον ἐρριμμένον ὑπὸ τῆς τύχης πατήσοντες, οἵ τε πρὸς τὴν μεταβολὴν τρεπόμενοι καὶ συμπαθοῦντες ἐθεῶντο πολλὴν ἐν ἀσθενέσι τοῖς ἀνθρωπίνοις καὶ προδήλοις τὴν τῶν ἀδήλων αἰτιῶν καὶ θείων δύναμιν.

那些出于仇恨而对其不幸幸灾乐祸的人欣然聚拢,仿佛要去践踏一个被命运抛掷于地的人;而那些着眼于这一巨变并抱以同情的人,则在虚弱且显明的人事之中,目睹了不可见且神圣的诸原因的巨大威力。

§14.3

οὐδὲν γὰρ οὔτε φύσεως ὁ τότε καιρὸς οὔτε τέχνης ὅσον ἐκεῖνο τύχης ἔργον ἐπεδείξατο, τὸν Σικελίας ὀλίγον ἔμπροσθεν τύραννον ἐν Κορίνθῳ διατρίβοντα1 περὶ τὴν ὀψόπωλιν ἢ καθήμενον ἐν μυροπωλίῳ, πίνοντα κεκραμένον ἀπὸ τῶν καπηλείων καὶ διαπληκτιζόμενον ἐν μέσῳ τοῖς ἀφʼ ὥρας ἐργαζομένοις γυναίοις,2 τὰς δὲ μουσουργοὺς ἐν ταῖς ᾠδαῖς διδάσκοντα, καὶ περὶ θεατρικῶν ᾀσμάτων ἐρίζειν σπουδάζοντα πρὸς ἐκείνας καὶ περὶ μέλους ἁρμονίας, ταῦτα δʼ οἱ μὲν ἄλλως ἀλύοντα καὶ φύσει ῥᾴθυμον ὄντα καὶ φιλακόλαστον ᾤοντο ποιεῖν τὸν Διονύσιον, οἱ δʼ ὑπὲρ τοῦ καταφρονεῖσθαι καὶ μὴ φοβερὸν εἶναι τοῖς Κορινθίοις, μηδʼ ὕποπτον ὡς βαρυνόμενον τὴν μεταβολὴν τοῦ βίου καὶ πραγμάτων ἐφιέμενον, ἐπιτηδεύειν καὶ ὑποκρίνεσθαι παρὰ φύσιν,3 πολλὴν ἀβελτερίαν ἐπιδεικνύμενον ἐν τῷ σχολάζειν.

因为当时的境遇所展现的自然之工或人工之巧,没有一件能比得上那件命运的杰作:不久前还是西西里僭主的人,在科林斯流连于鱼市周围,或坐在香料铺里,喝着从酒肆打来的勾兑酒,在街市当中与卖身的妇人争吵不休,教女乐工们歌唱,并同她们热切争论剧场歌曲与旋律的和谐。对于这些行径,一部分人认为狄奥尼修斯只是无所事事地游荡,生性怠惰且嗜好放荡才这么做的;另一部分人则认为,为了被人轻蔑而不为科林斯人所畏惧,也不被猜忌为难以忍受生活的巨变而图谋翻盘,他乃是违逆本性故意伪装做戏,在游手好闲中表现出极大的愚钝。

语法注3 条
  1. 14.3οὐδὲν γὰρ οὔτε φύσεως ὁ τότε καιρὸς οὔτε τέχνης ὅσον ἐκεῖνο τύχης ἔργον ἐπεδείξατο, τὸν Σικελίας ὀλίγον ἔμπροσθεν τύραννον ἐν Κορίνθῳ διατρίβοντα

    主句的主干为 οὐδὲν ... ἐπεδείξατο ὅσον ἐκεῖνο τύχης ἔργον(“当时的境况没有展现出任何事物……能比得上那件命运的杰作”)。其后引出的宾格分词短语 τὸν ... τύραννον ... διατρίβοντα 等,作为同位成分依附于主动词 ἐπεδείξατο,具体展开阐述“那件命运的杰作(ἐκεῖνο τύχης ἔργον)”的内容。

  2. 14.3τοῖς ἀφʼ ὥρας ἐργαζομένοις γυναίοις

    由 ἀφʼ ὥρας(“依凭盛年/青春”)与 ἐργάζομαι(“谋生/做工”)构成的委婉习语,指以青春肉体谋生的女子,即娼妓。γυναίοις 是中性指小词 γύναιον 的与格复数,带有轻蔑或地位卑微的色彩。

  3. 14.4ἐπιτηδεύειν καὶ ὑποκρίνεσθαι παρὰ φύσιν

    与前半句的对照项 οἱ μὲν ... ᾤοντο ποιεῖν τὸν Διονύσιον(“一部分人认为狄奥尼修斯是在做……”)相对,后半句 οἱ δʼ 承前省略了支配动词 ᾤοντο 及其宾格逻辑主语(αὐτόν),不定词 ἐπιτηδεύειν καὶ ὑποκρίνεσθαι 受其支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:14.1-14.4