- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:13.1-13.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿德拉农大捷后,各城邦与卡塔奈僭主马梅尔科斯纷纷结盟归顺蒂莫里昂;穷途末路的叙拉古僭主小狄奥尼修斯亦献出卫城投降,最终流亡科林斯。
ταῦτα δʼ, ὡς ἔοικεν, οὐ τὴν τότε νίκην ἐσήμαινε μόνον, ἀλλὰ καὶ τὰς μετὰ ταῦτα πράξεις, αἷς ἐκεῖνος ὁ ἀγὼν ἀρχὴν εὐτυχῆ παρέσχε.
而且看来,这些征兆不仅预示着当时的胜利,也预示着随后的功业,而那场战斗正为这些功业奠定了幸运的开端。
καὶ γὰρ πόλεις εὐθὺς ἐπιπρεσβευόμεναι προσετίθεντο τῷ Τιμολέοντι, καὶ Μάμερκος ὁ Κατάνης τύραννος, πολεμιστὴς ἀνὴρ καὶ χρήμασιν ἐρρωμένος, ἔδωκεν αὑτὸν εἰς συμμαχίαν.
因为各城邦随即派来使节归顺蒂莫里昂,而卡塔奈的僭主马梅尔科斯——一个骁勇善战且资财雄厚的人物——也主动结成了同盟。
τὸ δὲ μέγιστον, αὐτὸς Διονύσιος ἀπειρηκὼς ἤδη ταῖς ἐλπίσι καὶ μικρὸν ἀπολείπων ἐκπολιορκεῖσθαι1 τοῦ μὲν Ἱκέτου κατεφρόνησεν αἰσχρῶς ἡττημένου, τὸν δὲ Τιμολέοντα θαυμάζων ἔπεμψεν ἐκείνῳ καὶ Κορινθίοις παραδιδοὺς αὑτὸν καὶ τὴν ἀκρόπολιν. δεξάμενος δʼ ὁ Τιμολέων τὴν ἀνέλπιστον εὐτυχίαν, ἀποστέλλει τοὺς περὶ Εὐκλείδην καὶ Τηλέμαχον, ἄνδρας Κορινθίους, εἰς τὴν ἀκρόπολιν, καὶ στρατιώτας τετρακοσίους, οὐχ ὁμοῦ πάντας οὐδὲ φανερῶς, ἀδύνατον γὰρ ἦν ἐφορμούντων πολεμίων,2 ἀλλὰ κρύφα καὶ κατʼ ὀλίγους παρεισπεσόντας.
最为重大的是,狄奥尼修斯本人由于彻底绝望且行将陷落,对狼狈受挫的希克塔斯心生鄙夷,转而景仰蒂莫里昂,派人传信愿将自身及卫城一并交与蒂莫里昂及科林斯人。蒂莫里昂欣然接纳了这笔意外的鸿运,便派遣由科林斯人欧克利得斯和忒勒马科斯统领的队伍及四百名士兵开拔卫城,但并非全数公然齐发,因为在敌军监视下这绝无可能,而是暗中分散成小批人马潜入。
οἱ μὲν οὖν στρατιῶται παρέλαβον τὴν ἀκρόπολιν καὶ τὰ τυραννεῖα μετὰ τῆς παρασκευῆς καὶ τῶν χρησίμων πρὸς τὸν πόλεμον· ἵπποι τε γὰρ ἐνῆσαν οὐκ ὀλίγοι καὶ πᾶσα μηχανημάτων ἰδέα καὶ βελῶν πλῆθος, ὅπλων δʼ ἀπέκειντο μυριάδες ἑπτὰ τεθησαυρισμένων ἐκ παλαιοῦ, στρατιῶται δὲ δισχίλιοι τῷ Διονυσίῳ παρῆσαν, οὓς ἐκεῖνος, ὡς τἆλλα, τῷ Τιμολέοντι παρέδωκεν, αὐτὸς δὲ χρήματα λαβὼν καὶ τῶν φίλων οὐ πολλοὺς ἔλαθεν ἐκπλεύσας τὸν Ἱκέτην.3
于是士兵们接管了卫城及僭主宫邸,以及储备其间的军资与战具;盖因内有为数众多的战马、各色各样的攻城器械与大量投射武器,更存有自古累积的七万副铠甲兵刃,此外狄奥尼修斯麾下尚有两千名士兵,他亦一如其他诸物悉数转交于蒂莫里昂,自己则带上资财和少数亲友,避开希克塔斯的耳目乘船出逃。
καὶ κομισθεὶς εἰς τὸ τοῦ Τιμολέοντος στρατόπεδον, τότε πρῶτον ἰδιώτης καὶ ταπεινὸς ὀφθείς, ἐπὶ μιᾶς νεὼς καὶ χρημάτων ὀλίγων εἰς Κόρινθον ἀπεστάλη, γεννηθεὶς μὲν καὶ τραφεὶς ἐν τυραννίδι τῇ πασῶν ἐπιφανεστάτῃ καὶ μεγίστῃ, κατασχὼν δὲ ταύτην ἔτη δέκα, δώδεκα δʼ ἄλλα μετὰ τὴν Δίωνος στρατείαν ἐν ἀγῶσι καὶ πολέμοις διαφορηθείς, ἃ δʼ ἔπραξε τυραννῶν οἷς ἔπαθεν ὑπερβαλόμενος,4 καὶ γὰρ υἱῶν ἐνηλίκων θανάτους καὶ θυγατέρων καταπορνεύσεις παρθένων ἐπεῖδε, καὶ τὴν αὐτὴν ἀδελφὴν καὶ γυναῖκα ζῶσαν μὲν εἰς τὸ σῶμα ταῖς ἀσελγεστάταις ὑπὸ τῶν πολεμίων ἡδοναῖς παρανομηθεῖσαν, βίᾳ δʼ ἀποθανοῦσαν μετὰ τῶν τέκνων, καταποντισθεῖσαν εἰς τὸ πέλαγος, ταῦτα μὲν οὖν ἐν τοῖς περὶ Δίωνος ἀκριβῶς γέγραπται.
在被送抵蒂莫里昂的军营之后,人们头一次目睹他成为一介谦卑布衣的模样;随后他仅携少量钱款,乘孤舟一艘被遣送往科林斯,他曾生养于最显赫强盛的僭主门第,独揽大权十载,在迪翁远征后的又十二年间更是饱经征战与战火颠簸,而他当僭主时所作的暴行,竟为他所遭受的苦难所超越;盖因他亲眼目睹成年爱子们丧命、尚为处子的女儿们惨遭蹂躏,甚至同一位既是他胞妹亦是他妻子的女子,在生前躯体惨遭仇敌肆意凌虐,死时更与儿女一同被暴虐地溺毙于汪洋大海之中。关于这桩惨剧,在《迪翁传》中已有详尽的记载。
- 13.3μικρὸν ἀπολείπων ἐκπολιορκεῖσθαι
分词 ἀπολείπων 与中性宾语 μικρόν(在此作副词性内宾语)连用,形成习惯搭配,意为“差一点就……”、“濒于……”。其后承接的被动态不定式 ἐκπολιορκεῖσθαι 表示“在围城中陷落”。
- 13.4ἀδύνατον γὰρ ἦν ἐφορμούντων πολεμίων
此处 ἐφορμούντων πολεμίων 构成独立属格结构(genitive absolute),作为非人称主句 ἀδύνατον ἦν 的原因状语,意为“因敌军正在封锁巡视”。
- 13.7ἔλαθεν ἐκπλεύσας τὸν Ἱκέτην
动词 λανθάνω 与分词(ἐκπλεύσας)以及人称宾格(τὸν Ἱκέτην)连用的固定句型,表示主语在宾格所示人物未曾察觉的情况下完成分词所指动作,即“瞒过希克塔斯乘船脱身”。
- 13.9ἃ δʼ ἔπραξε τυραννῶν οἷς ἔπαθεν ὑπερβαλόμενος
包含倒装(hyperbaton)的复杂句式,其核心构架为 ὑπερβαλόμενος οἷς ἔπαθεν ἃ ἔπραξε τυραννῶν。中动态分词 ὑπερβαλόμενος(超越、盖过)统领宾语从句 ἃ ἔπραξε τυραννῶν(其在任僭主时所为恶行),而与格从句 οἷς ἔπαθεν(其所遭受的苦难)则表示手段或比较标准。
