- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:12.1-12.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在西西里各邦普遍怀疑蒂莫里昂之际,陷于内讧的阿德拉农请求援助,引得蒂莫里昂与希克塔斯同时急行奔赴该地。兵力劣势的蒂莫里昂出其不意奇袭了正在扎营的敌军并大获全胜,随后在神明显灵的征兆中收服了阿德拉农。
οὐδὲν οὖν ἐκείνων βελτίονα τὸν Κορίνθιον ἔσεσθαι προσδοκῶντες, ἀλλὰ ταῦτα πάλιν ἥκειν πρὸς αὐτοὺς σοφίσματα καί δελεάσματα, μετʼ ἐλπίδων χρηστῶν καί φιλανθρώπων ὑποσχέσεων εἰς μεταβολὴν δεσπότου καινοῦ τιθασευομένους,1 ὑπώπτευον καί διεκρούοντο τὰς τῶν Κορινθίων προκλήσεις πλὴν Ἀδρανιτῶν, οἳ πόλιν μικρὰν μέν, ἱερὰν δʼ οὖσαν Ἀδρανοῦ, θεοῦ τινος τιμωμένου διαφερόντως ἐν ὅλῃ Σικελίᾳ, κατοικοῦντες ἐστασίασαν πρὸς ἀλλήλους, οἱ μὲν Ἱκέτην προσαγόμενοι καί Καρχηδονίους, οἱ δὲ πρὸς Τιμολέοντα διαπεμπόμενοι.
因此,他们料定这名科林斯人绝不会比前人更好,反倒是这些旨在让他们在良好希冀与仁善许诺下归顺并换取一位新主人的诡计与诱饵,又再度向他们袭来;于是他们心怀猜忌,回绝了科林斯人的号召,唯独阿德拉农人例外。阿德拉农人所居住的城邦虽小,却奉献给在全西西里受到格外尊崇的神祇阿德拉诺斯;城中居民发生内讧,一方引进了希克塔斯与迦太基人,另一方则派使者联络蒂莫里昂。
καί πως ἀπʼ αὐτομάτου συνέτυχε σπευδόντων ἀμφοτέρων εἰς ἕνα καιρὸν ἀμφοτέροις γενέσθαι τὴν παρουσίαν.
因缘巧合之下,由于双方都急速行军,竟在同一时刻同时抵达。
ἀλλʼ Ἱκέτης μὲν ἧκε πεντακισχιλίους στρατιώτας ἔχων, Τιμολέοντι δὲ οἱ σύμπαντες ἦσαν οὐ πλείους χιλίων διακοσίων·
然而希克塔斯率领了五千名士兵前来,蒂莫里昂的全军却总共不超过一千二百人。
οὓς ἀναλαβὼν ἐκ τοῦ Ταυρομενίου, σταδίων πρὸς τὸ Ἀδρανὸν ὄντων τετταράκοντα καί τριακοσίων, τῇ μὲν πρώτῃ τῶν ἡμερῶν οὐ πολὺ μέρος τῆς ὁδοῦ προέλαβε καί κατηυλίσατο, τῇ δʼ ὑστεραίᾳ συντόνως ὁδεύσας καί χαλεπὰ χωρία διελθών ἤδη τῆς ἡμέρας καταφερομένης ἤκουσεν ἄρτι προσμιγνύναι τὸν Ἱκέτην τῷ πολιχνίῳ καί καταστρατοπεδεύειν.
从陶罗梅尼翁到阿德拉农有三百四十斯塔狄昂的距离,蒂莫里昂带上这些部队自陶罗梅尼翁出发后,第一天并未赶多长的路便安营歇宿;次日他急行军穿过险峻地带,已至傍晚日落时分,他听闻希克塔斯刚刚赶到那座小镇并正在安营扎寨。
οἱ μὲν οὖν λοχαγοὶ καί ταξίαρχοι τοὺς πρώτους ἐπέστησαν ὡς ἐμφαγοῦσι καί διαναπαυσαμένοις χρησόμενοι προθυμοτέροις,2 ὁ δὲ Τιμολέων ἐπιπορευόμενος ἐδεῖτο ταῦτα μὴ ποιεῖν, ἀλλʼ ἄγειν κατὰ τάχος καί συνάπτειν τοῖς πολεμίοις ἀσυντάκτοις οὖσιν, ὡς εἰκὸς ἄρτι παυομένους ὁδοιπορίας καί περὶ σκηνὰς καί δεῖπνον ἀσχόλους ὄντας.3
于是,连队长和步兵指挥官们喝止了前锋部队,打算让士兵们在饱餐休憩后更加奋勇效力;但蒂莫里昂赶上前来,恳求他们切莫如此,而是应当火速进军,趁敌人尚在混乱中便发起交战,因为敌人理应刚结束长途跋涉,正忙于营帐与晚餐的准备。
καί λέγων ἅμα ταῦτα, τὴν ἀσπίδα λαβὼν ἡγεῖτο πρῶτος ὥσπερ ἐπὶ νίκην πρόδηλον. οἱ δʼ εἵποντο τεθαρρηκότες, ἔλαττον ἢ τριάκοντα σταδίους ἔτι τῶν πολεμίων ἀπέχοντες.
他一面说着,一面拿起盾牌率先在前引路,仿佛走向一场胜券在握的胜利。士兵们受其鼓舞紧随其后,当时距离敌人尚有不足三十斯塔狄昂。
ὡς δὲ καί τούτους διῆλθον, ἐπιπίπτουσιν αὐτοῖς ταραττομένοις καί φεύγουσιν ὡς πρῶτον ᾔσθοντο προσιόντας, ὅθεν ἀνῃρέθησαν μὲν οὐ πολλῷ πλείους τριακοσίων, ἑάλωσαν δὲ δὶς τοσοῦτοι ζῶντες, ἐλήφθη δὲ τὸ στρατόπεδον.
当他们也跨越了这段距离后,一待敌人发觉他们逼近便陷入混乱四散奔逃之际,乘势扑向敌军。结果敌军被击毙者仅三百人出头,但生擒者却达两倍之多,营地也被攻克。
οἱ δʼ Ἀδρανῖται τὰς πύλας ἀνοίξαντες προσέθεντο τῷ Τιμολέοντι, μετὰ φρίκης καί θαύματος ἀπαγγέλλοντες ὡς ἐνισταμένης τῆς μάχης οἱ μὲν ἱεροὶ τοῦ νεὼ πυλῶνες αὐτόματοι διανοιχθεῖεν, ὀφθείη δὲ τοῦ θεοῦ τὸ μὲν δόρυ σειόμενον ἐκ τῆς αἰχμῆς ἄκρας, τὸ δὲ πρόσωπον ἱδρῶτι πολλῷ ῥεόμενον.
阿德拉农人敞开城门归顺了蒂莫里昂,并怀着惊畏与惊异报告说,正当战斗打响之时,神殿的神圣大门竟自行敞开,人们看见该神祇的长矛自矛尖震颤不已,而神像的面庞则淌下大颗大颗的汗珠。
- 12.1τιθασευομένους
阳性宾格复数分词 τιθασευομένους 在语法意义上与介词短语 πρὸς αὐτούς 中的代词 αὐτούς(指西西里居民)呼应,属于意合构词(constructio ad sensum)。它作谓语性分词修饰逻辑受事,意为“在他们被驯化以换取新主人的过程中”。
- 12.6ὡς ἐμφαγοῦσι καί διαναπαυσαμένοις χρησόμενοι προθυμοτέροις
连词 ὡς 与将来时分词 χρησόμενοι 连用,表示指挥官们的意图。动词 χράομαι 支配与格分词(ἐμφαγοῦσι καί διαναπαυσαμένοις),并带有述语性与格形容词 προθυμοτέροις,构成古希腊语中的经典习语,意为“在(士兵们)吃饱休息之后,使他们以更为积极热切的状态投入作战”。
- 12.6ὡς εἰκὸς ἄρτι παυομένους ὁδοιπορίας καί περὶ σκηνὰς καί δεῖπνον ἀσχόλους ὄντας
虽然分词 παυομένους 与 ὄντας 在逻辑上指的是前文处于与格的敌人(τοῖς πολεμίοις),但此处分词变为了宾格。这是由于无人称短语 ὡς εἰκός [ἐστι](理所当然)隐含了“宾格加不定词”的从句结构,分词因而与该不定词的逻辑主语(宾格代词)保持一致。
