← 普鲁塔克

提摩莱隆传

§11.1-11.6

迦太基的威胁与西西里诸邦的疑惧

被蒂莫里昂智取的迦太基人遣使威胁陶罗梅尼翁的安德罗马库斯却遭奚落,希克塔斯则召来更多迦太基战船。叙拉古人面对蒂莫里昂微弱的兵力陷入绝望,而西西里各城邦因过去解放者的背叛而对任何军事统帅深怀戒心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

οἱ δʼ ἐν τῷ Ῥηγίῳ Καρχηδόνιοι τοῦ Τιμολέοντος ἀνηγμένου καὶ τῆς ἐκκλησίας διαλυθείσης χαλεπῶς φέροντες, ἐν τῷ κατεστρατηγῆσθαι διατριβὴν τοῖς Ῥηγίνοις παρεῖχον, εἰ1 Φοίνικες ὄντες οὐκ ἀρέσκοιντο τοῖς διʼ ἀπάτης πραττομένοις.

雷吉翁的迦太基人见蒂莫里昂已经起航且公民大会宣告解散,深感恼恨;他们因中计受骗而给雷吉翁人提供了笑柄,因为身为腓尼基人,竟会因别人施展诡计而愤愤不平。

§11.2

πέμπουσι δʼ οὖν εἰς τὸ Ταυρομένιον πρεσβευτὴν ἐπὶ τριήρους, ὃς πολλὰ διαλεχθεὶς πρὸς τὸν Ἀνδρόμαχον, ἐπαχθῶς καὶ βαρβαρικῶς ἀνατεινάμενος εἰ μὴ τὴν ταχίστην ἐκβάλλει τοὺς Κορινθίους, τέλος ὑπτίαν τὴν χεῖρα δείξας, εἶτʼ αὖθις καταστρέψας ἠπείλησε τοιαύτην οὖσαν αὐτῷ τὴν πόλιν τοιαύτην ποιήσειν.2

无论如何,他们派出一名使节乘三列桨座战船前往陶罗梅尼翁。此人在与安德罗马库斯进行了诸多交涉后,蛮横粗暴地威胁说,若不尽快将科林斯人逐出,便要降罪于他;最后,他摊开手掌向上展示,接着又将手掌翻覆向下,威胁说要将他如今这样的城邦变成那样的状态。

§11.3

γελάσας δʼ ὁ Ἀνδρόμαχος ἄλλο μὲν οὐδὲν ἀπεκρίνατο, τὴν δὲ χεῖρα νῦν μὲν ὑπτίαν, ὡς ἐκεῖνος, νῦν δὲ πρηνῆ προτείνας ἐκέλευσεν ἀποπλεῖν αὐτόν, εἰ μὴ βούλοιτο τὴν ναῦν ἀντὶ τοιαύτης γενέσθαι τοιαύτην.

安德罗马库斯付之一笑,没有作其他回答,只学着他的样子,把手一会儿手心向上、一会儿手心向下伸出,命他立刻启航离去,除非他想让自己的战船从如今这样变成那样。

§11.4

ὁ δʼ Ἱκέτης πυθόμενος τὴν τοῦ Τιμολέοντος διάβασιν καὶ φοβηθείς μετεπέμψατο πολλὰς τῶν Καρχηδονίων τριήρεις.

希克塔斯获悉蒂莫里昂渡海的消息并陷入恐慌,便召来了许多迦太基人的三列桨座战船。

§11.5

ὅτε καὶ παντάπασι συνέβη τοὺς Συρακουσίους ἀπογνῶναι τὴν σωτηρίαν, ὁρῶντας τοῦ μὲν λιμένος αὐτῶν Καρχηδονίους κρατοῦντας, τὴν δὲ πόλιν Ἱκέτην ἔχοντα, τῆς δʼ ἄκρας κυριεύοντα Διονύσιον, Τιμολέοντα δὲ ὥσπερ ἐκ κρασπέδου τινὸς λεπτοῦ τῆς Ταυρομενιτῶν πολίχνης τῇ Σικελίᾳ προσηρτημένον ἐπʼ ἐλπίδος ἀσθενοῦς καὶ βραχείας δυνάμεως· χιλίων γὰρ αὐτῷ στρατιωτῶν καὶ τροφῆς τούτοις ἀναγκαίας πλέον οὐδὲν ὑπῆρχεν.

此时叙拉古人彻底对得救绝望了,因为他们看到迦太基人控制了他们的港口,希克塔斯占领了城市,狄奥尼修斯盘踞着卫城,而蒂莫里昂仅凭陶罗梅尼翁这处小城犹如一丝薄弱的边缘依附在西西里,怀抱微弱的希望,兵力也极其有限;事实上,除了一千名士兵和他们必需的粮饷外,他一无所有。

§11.6

οὐδʼ ἐπίστευον αἱ πόλεις διάπλεαι κακῶν οὖσαι καὶ πρὸς ἅπαντας ἀπηγριωμέναι τοὺς ἡγουμένους στρατοπέδων, μάλιστα διὰ τὴν Καλλίππου καὶ Φάρακος ἀπιστίαν, ὧν ὁ μὲν Ἀθηναῖος ὤν, ὁ δὲ Λακεδαιμόνιος, ἀμφότεροι δὲ φάσκοντες ὑπὲρ τῆς ἐλευθερίας ἥκειν καὶ καταλύειν τοὺς μονάρχους, χρυσὸν ἀπέδειξαν τῇ Σικελίᾳ τὰς ἐν τῇ τυραννίδι συμφοράς3 καὶ μακαριωτέρους δοκεῖν ἐποίησαν τοὺς καταστρέψαντας ἐν τῇ δουλείᾳ τῶν ἐπιδόντων τὴν αὐτονομίαν.4

加之各城邦饱受灾祸,对所有统兵将领都满怀愤恨,因而也不肯信任他;这主要是由于卡利普斯和法拉克斯的背信弃义。这两人一个原本是雅典人,另一个是斯巴达人,都声称是为自由而来、为推翻君主统治而来,却使得西西里人觉得以往在僭主统治下的灾难反如黄金一般,并让那些在奴役中死去的人,看起来比活到亲眼目睹这种自治的人更为幸福。

语法注4 条
  1. 11.1διατριβὴν τοῖς Ῥηγίνοις παρεῖχον, εἰ

    διατριβὴν παρέχειν 意为“提供消遣/笑料”。连词 εἰ 跟在表示情感的表达之后,引出感到惊异或不满的原因,相当于“因为……/竟然……”,其后的斜格祈愿语气(οὐκ ἀρέσκοιντο)用于间接引语中,讽刺以诡诈著称的腓尼基人竟然因中计而愤愤不平。

  2. 11.2τοιαύτην οὖσαν αὐτῷ τὴν πόλιν τοιαύτην ποιήσειν

    指示代词 τοιαύτην 具有指示性用法(deictic),直接对应说话者的肢体动作(手掌向上展示,随即翻掌向下)。第一个 τοιαύτην 指手心向上的状态(矗立/安然无恙),第二个 τοιαύτην 指覆掌向下的状态(倾覆/毁灭)。安德罗马库斯在随后的应答中完全套用了这套肢体动作和句式(τὴν ναῦν ἀντὶ τοιαύτης γενέσθαι τοιαύτην),反过来警告对方其船只亦会被倾覆沉没。

  3. 11.6χρυσὸν ἀπέδειξαν τῇ Σικελίᾳ τὰς ἐν τῇ τυραννίδι συμφοράς

    动词 ἀποδείκνυμι 带双宾格,以 τὰς ... συμφοράς 为直接宾语,以 χρυσόν 为宾语补足语(谓语宾格),字面意为“向西西里证明了僭主统治下的灾祸乃是黄金”。这是一种夸张的惯用表达,意指所谓解放者的暴行极其恶劣,以至于以往僭主压迫下的苦难相比之下反倒显得像黄金一般令人怀念。

  4. 11.6τοὺς καταστρέψαντας ἐν τῇ δουλείᾳ τῶν ἐπιδόντων τὴν αὐτονομίαν

    καταστρέψαντας 为不及物用法(省略了 βίον),意为“结束生命/去世的人”。紧随比较级 μακαριωτέρους,分词短语 τῶν ἐπιδόντων 作比较属格。ἐπιδεῖν 意为“活着亲眼目睹/经历”。整句意为“使那些在奴役中死去的人,看起来比活到亲眼目睹自治的人更为幸福”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:11.1-11.6